Thesauros Edebiyat satire Περὶ τοῦ Οἴκου

Περὶ τοῦ Οἴκου

Περὶ τοῦ Οἴκου Lucian of Samosata
32 ταῦτα πάντα, ὦ ἄνδρες δικασταί, οὐχ ὁρᾶτε ὅπως ἀπάγει μὲν τὸν ἀκροατὴν καὶ πρὸς τὴν θέαν ἀποστρέφει, μόνον δὲ καταλείπει τὸν λέγοντα; καὶ ἔγωγε διεξῆλθον αὐτά, οὐχ ἵνα τὸν ἀντίδικον τολμηρὸν ὑπολαβόντες καὶ θρασύν, εἰ τοῖς οὕτω δυσκόλοις ἑαυτὸν ἑκὼν φέρων ἐπέβαλεν, καταγνῶτε καὶ μισήσητε καὶ ἐπὶ τῶν λόγων ἐγκαταλίπητε, ἀλλʼ ἵνα μᾶλλον αὐτῷ συναγωνίσησθε καὶ ὡς οἷόν τε καταμύοντες ἀκούητε τῶν λεγομένων, λογιζόμενοι τοῦ πράγματος τὴν δυσχέρειαν· μόλις γὰρ ἂν οὕτω δυνηθείη οὐ δικασταῖς ἀλλὰ συναγωνισταῖς ὑμῖν χρησάμενος μὴ παντάπασιν ἀνάξιος τῆς τοῦ οἴκου πολυτελείας νομισθῆναι. εἰ δὲ ὑπὲρ ἀντιδίκου ταῦτα δέομαι, μὴ θαυμάσητε· ὑπὸ γὰρ τοῦ τὸν οἶκον φιλεῖν καὶ τὸν ἐν αὐτῷ λέγοντα, ὅστις ἂν ᾖ, βουλοίμην ἂν εὐδοκιμεῖν.
← Önceki 18 / 18

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi