Thesauros Edebiyat satire Δημώνακτος Βίος

Δημώνακτος Βίος

Δημώνακτος Βίος Lucian of Samosata
15 Πύθωνος δέ τινος τῶν ἐν Μακεδονίᾳ εὐπαρύφων νεανίσκου ὡραίου ἐρεσχηλοῦντος αὐτὸν καὶ προτείνοντος ἐρώτημά τι σοφιστικὸν καὶ κελεύοντος εἰπεῖν τοῦ συλλογισμοῦ τὴν λύσιν, Ἕν, ἔφη, οἶδα, τέκνον, ὅτι περαίνει. ἀγανακτήσαντος δὲ ἐκείνου ἐπὶ τῷ τῆς ἀμφιβολίας σκώμματι καὶ συναπειλήσαντος, Αὐτίκα σοι μάλα τὸν ἄνδρα δείξω, ὁ δὲ σὺν γέλωτι ἠρώτησεν, Καὶ γὰρ ἄνδρα ἔχεις;
16 ἐπεὶ δέ τις ἀθλητὴς καταγελασθεὶς ὑπʼ αὐτοῦ, ὅτι ἐσθῆτα ὤφθη ἀνθινὴν ἀμπεχόμενος Ὀλυμπιονίκης ὤν, ἐπάταξεν αὐτὸν εἰς τὴν κεφαλὴν λίθῳ καὶ αἷμα ἐρρύη, οἱ μὲν παρόντες ἠγανάκτουν ὡς αὐτὸς ἕκαστος τετυπτημένος καὶ ἐβόων πρὸςπρὸς Cobet: ἐπὶ MSS. τὸν ἀνθύπατον ἰέναι, ὁ δὲ Δημῶναξ, Μηδαμῶς, ἔφη, ὦ ἄνδρες, πρὸς τὸν ἀνθύπατον, ἀλλʼ ἐπὶ τὸν ἰατρόν.
17 ἐπεὶ δέ ποτε καὶ χρυσοῦν δακτύλιον ὁδῷ βαδίζων εὗρεν, γραμματεῖον ἐν ἀγορᾷ προθεὶς ἠξίου τὸν ἀπολέσαντα, ὅστις εἴη τοῦ δακτυλίου δεσπότης, ἥκειν καὶ εἰπόντα ὁλκὴν αὐτοῦ καὶ λίθον καὶ τύπον ἀπολαμβάνειν· ἧκεν οὖν τις μειρακίσκος ὡραῖος αὐτὸς ἀπολωλεκέναι λέγων. ἐπεὶ δὲ οὐδὲν ὑγιὲς ἔλεγεν, Ἄπιθι, ἔφη, ὦ παῖ, καὶ τὸν ἑαυτοῦ δακτύλιον φύλαττε, τοῦτον γὰρ οὐκ ἀπολώλεκας.
18 τῶν δὲ ἀπὸ τῆς Ῥωμαίων βουλῆς τις Ἀθήνησιν υἱὸν αὐτῷ δείξας πάνυ ὡραῖον, θηλυδρίαν δὲ καὶ διακεκλασμένον, Προσαγορεύει σε, ἔφη, ὁ ἐμὸς υἱὸς οὑτοσί, καὶ ὁ Δημῶναξ, Καλός, ἔφη, καὶ σοῦ ἄξιος καὶ τῇ μητρὶ ὅμοιος.
19 τὸν δὲ Κυνικὸν τὸντὸν Rothstein: not in MSS. ἐν ἄρκτου δέρματι φιλοσοφοῦντα οὐχ Ὁνωρᾶτον, ὥσπερ ὠνομάζετο, ἀλλʼ Ἀρκεσίλαον καλεῖν ἠξίου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi