Thesauros Edebiyat satire Δημώνακτος Βίος

Δημώνακτος Βίος

Δημώνακτος Βίος Lucian of Samosata
29 Ἀγαθοκλέους δὲ τοῦ Περιπατητικοῦ μέγα φρονοῦντος ὅτι μόνος αὐτός ἐστιν καὶ πρῶτος τῶν διαλεκτικῶν, ἔφη, Καὶ μήν, ὦ Ἀγαθόκλεις, εἰ μὲν πρῶτος, οὐ μόνος, εἰ δὲ μόνος, οὐ πρῶτος.
30 Κεθήγου δὲ τοῦ ὑπατικοῦ, ὁπότε διὰ τῆς Ἑλλάδος εἰς τὴν Ἀσίαν ἀπῄει πρεσβεύσων τῷ πατρί, πολλὰ καταγέλαστα καὶ λέγοντος καὶ ποιοῦντος, ἐπειδὴ τῶν ἑταίρων τις ὁρῶν ταῦτα ἔλεγεν αὐτὸν μέγα κάθαρμα εἶναι, Μὰ τὸν Δίʼ, ἔφη ὁ Δημῶναξ, οὐδὲ μέγα.
31 καὶ Ἀπολλώνιον δέ ποτε τὸν φιλόσοφον ἰδὼν μετὰ πολλῶν τῶν μαθητῶν ἐξελαύνοντα — ἤδη δὲ ἀπῄει μετάπεμπτος ὡς ἐπὶ παιδείᾳ τῷ βασιλεῖ συνεσόμενος — προσέρχεται, ἔφη, Ἀπολλώνιος καὶ οἱ Ἀργοναῦται αὐτοῦ.
32 ἄλλου δέ ποτε ἐρομένου εἰ ἀθάνατος αὐτῷ ἡ ψυχὴ δοκεῖ εἶναι, Ἀθάνατος, ἔφη, ἀλλʼ ὡς πάντα.
33 περὶ μέντοι Ἡρῴδου ἔλεγεν ἀληθεύειν τὸν Πλάτωνα φάμενον, οὐ μίαν ἡμᾶς ψυχὴν ἔχειν· οὐ γὰρ εἶναι τῆς αὐτῆς ψυχῆς Ῥήγιλλαν καὶ Πολυδεύκη ὡς ζῶντας ἑστιᾶν καὶ τὰ τοιαῦτα μελετᾶν.
34 ἐτόλμησε δέ ποτε καὶ Ἀθηναίους ἐρωτῆσαι δημοσίᾳ τῆς προρρήσεως ἀκούσας, διὰ τίνα αἰτίαν ἀποκλείουσι τοὺς βαρβάρους, καὶ ταῦτα τοῦ τὴν τελετὴν αὐτοῖς καταστησαμένου Εὐμόλπου βαρβάρου καὶ Θρᾳκὸς ὄντος.
35 ἐπεὶ δέ ποτε πλεῖν μέλλοντι αὐτῷ διὰ χειμῶνος ἔφη τις τῶν φίλων, Οὐ δέδοικας μὴ ἀνατραπέντος τοῦ σκάφους ὑπὸ ἰχθύων καταβρωθῇς; ἀγνώμων ἂν εἴην, ἔφη, ὀκνῶν ὑπὸ ἰχθύων κατεδεσθῆναι τοσούτους αὐτὸς ἰχθῦς καταφαγών.
36 ῥήτορι δέ τινι κάκιστα μελετήσαντι συνεβούλευεν ἀσκεῖν καὶ γυμνάζεσθαι· τοῦ δὲ εἰπόντος, Ἀεὶ ἐπʼ ἐμαυτοῦ λέγω, Εἰκότως τοίνυν, ἔφη, τοιαῦτα λέγεις μωρῷ ἀκροατῇ χρώμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi