Thesauros Edebiyat satire Ἱππίας ἢ Βαλανεῖον

Ἱππίας ἢ Βαλανεῖον

Ἱππίας ἢ Βαλανεῖον Lucian of Samosata
1 τῶν σοφῶν ἐκείνους μάλιστα ἔγωγέ φημι δεῖν ἐπαινεῖν, ὁπόσοι μὴ λόγους μόνον δεξιοὺς παρέσχοντο ὑπὲρ τῶν πραγμάτων ἑκάστων, ἀλλὰ καὶ ἔργοις ὁμοίοις τὰς τῶν λόγων ὑποσχέσεις ἐπιστώσαντο. καὶ γὰρ τῶν ἰατρῶν ὅ γε νοῦν ἔχων οὐ τοὺς ἄριστα ὑπὲρ τῆς τέχνης εἰπεῖν δυναμένους μεταστέλλεται νοσῶν, ἀλλὰ τοὺς πρᾶξαί τι κατʼ αὐτὴν μεμελετηκότας. ἀμείνων δὲ καὶ μουσικός, οἶμαι, τοῦ διακρίνειν ῥυθμοὺς καὶ ἁρμονίας ἐπισταμένου ὁ καὶ ψᾶλαι καὶ κιθαρίσαι αὐτὸς δυνάμενος. τί γὰρ ἄν σοι τῶν στρατηγῶν λέγοιμι τοὺς εἰκότως ἀρίστους κριθέντας, ὅτι οὐ τάττειν μόνον καὶ παραινεῖν ἦσαν ἀγαθοί, ἀλλὰ καὶ προμάχεσθαι τῶν ἄλλων καὶ χειρὸς ἔργα ἐπιδείκνυσθαι; οἷον πάλαι μὲν Ἀγαμέμνονα καὶ Ἀχιλλέα, τῶν κάτω δὲ τὸν Ἀλέξανδρον καὶ Πύρρον ἴσμεν γεγονότας.
1 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi