Thesauros Edebiyat satire Ἱππίας ἢ Βαλανεῖον

Ἱππίας ἢ Βαλανεῖον

Ἱππίας ἢ Βαλανεῖον Lucian of Samosata
2 πρὸς δὴ τί ταῦτʼ ἔφην; οὐ γὰρ ἄλλως ἱστορίαν ἐπιδείκνυσθαι βουλόμενος ἐπεμνήσθην αὐτῶν, ἀλλʼ ὅτι καὶ τῶν μηχανικῶν ἐκείνους ἄξιον θαυμάζειν, ὁπόσοι ἐν τῇ θεωρίᾳ λαμπροὶ γενόμενοι καὶ μνημόσυνα ὅμως τῆς τέχνης καὶ παραδείγματα παραδείγματα Rothstein: πράγματα MSS. τοῖς μετʼ αὐτοὺς κατέλιπον· ἐπεὶ οἵ γε τοῖς λόγοις μόνοις ἐγγεγυμνασμένοι σοφισταὶ ἂν εἰκότως μᾶλλον ἢ σοφοὶ καλοῖντο. τοιοῦτον ἀκούομεν τὸν Ἀρχιμήδη γενέσθαι καὶ τὸν Κνίδιον Σώστρατον, τὸν μὲν Πτολεμαίῳ χειρωσάμενον τὴν ΜέμφινΠτολεμαίῳ χειρωσάμενον τὴν Μέμφιν Palmer: Πτολεμαῖον χειρωσάμενον καὶ τὴν Μέμφιν MSS. “took Ptolemy and Memphis” ἄνευ πολιορκίας ἀποστροφῇ καὶ διαιρέσει τοῦ ποταμοῦ, τὸν δὲ τὰς τῶν πολεμίων τριήρεις καταφλέξαντα τῇ τέχνῃ. καὶ Θαλῆς δὲ ὁ Μιλήσιος πρὸ αὐτῶν ὑποσχόμενος Κροίσῳ ἄβροχον διαβιβάσειν τὸν στρατὸν ἐπινοίᾳ κατόπιν τοῦ στρατοπέδου μιᾷ νυκτὶ τὸν Ἅλυν περιήγαγεν, οὐ μηχανικὸς οὗτος γενόμενος, σοφὸς δὲ καὶ ἐπινοῆσαι καὶ συνεῖναι πιθανώτατος. τὸ μὲν γὰρ τοῦ Ἐπειοῦ πάνυ ἀρχαῖον, ὃς οὐ μόνον τεχνήσασθαι τοῖς Ἀχαιοῖς τὸν ἵππον, ἀλλὰ καὶ συγκαταβῆναι αὐτοῖς ἐς αὐτὸν λέγεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi