Thesauros Edebiyat satire Φάλαρις

Φάλαρις

Φάλαρις Lucian of Samosata

Kitap 2

4 ὁ μὲν οὖν Πύθιος τὴν δικαίαν ἤδη περὶ τοῦ ἀναθήματος ψῆφον ἤνεγκεν· εἰ γοῦν ἐμίσει τὸν Φάλαριν ἢ τὸ δῶρον αὐτοῦ ἐμυσάττετο, ῥᾴδιον ἦν ἐν τῷ Ἰονίῳ μέσῳ καταδῦσαι αὐτὸ μετὰ τῆς ἀγούσης ὁλκάδος, ὁ δὲ πολὺ τοὐναντίον ἐν εὐδίᾳ τε διαπεραιωθῆναι, ὥς φασι, παρέσχεν αὐτοῖς καὶ σῶς ἐς τὴν Κίρραν κατᾶραι.
5 ᾧ καὶ δῆλον ὅτι προσίεται τὴν τοῦ μονάρχου εὐσέβειαν. χρὴ δὲ καὶ ὑμᾶς τὰ αὐτὰ ἐκείνῳ ψηφισαμένους προσθεῖναι καὶ τὸν ταῦρον τουτονὶ τῷ ἄλλῳ κόσμῳ τοῦ ἱεροῦ· ἐπεὶ πάντων ἂν εἴη τοῦτο ἀτοπώτατον, πέμψαντά τινα μεγαλοπρεπὲς οὕτω δῶρον θεῷ τὴν καταδικάζουσαν ἐκ τοῦ ἱεροῦ ψῆφον λαβεῖν καὶ μισθὸν κομίσασθαι τῆς εὐσεβείας τὸ κεκρίσθαι μηδὲ τοῦ ἀνατιθέναι ἄξιον.ἄξιον Herwerden: ἄξιος MSS.
6 Ὁ μὲν οὖν τἀναντία μοι ἐγνωκώς, καθάπερ ἐκ τοῦ Ἀκράγαντος ἄρτι καταπεπλευκώς, σφαγάς τινας καὶ βίας καὶ ἁρπαγὰς καὶ ἀπαγωγὰς ἐτραγῴδει τοῦ τυράννου μόνον οὐκ αὐτόπτης γεγενῆσθαι λέγων, ὃν ἴσμεν οὐδʼ ἄχρι τοῦ πλοίου ἀποδεδημηκότα. χρὴ δὲ τὰ μὲν τοιαῦτα μηδὲ τοῖς πεπονθέναι φάσκουσιν πάνυ πιστεύειν διηγουμένοις — ἄδηλον γὰρ εἰ ἀληθῆ λέγουσιν — οὐχ ὅπως αὐτοὺς ἃ μὴ ἐπιστάμεθα κατηγορεῖν.
7 εἰ δʼ οὖν τι καὶ πέπρακται τοιοῦτον ἐν Σικελίᾳ, τοῦτʼ οὐ Δελφοῖς ἀναγκαῖον πολυπραγμονεῖν, εἰ μὴ ἀντὶ ἱερέων ἤδη δικασταὶ εἶναι ἀξιοῦμεν καί, δέον θύειν καὶ τἆλλα θεραπεύειν τὸν θεὸν καὶ συνανατιθέναι εἰ πέμψειέ τις, σκοποῦντες καθήμεθα εἴ τινες τῶν ὑπὲρ τὸν Ἰόνιον δικαίως ἢ ἀδίκως τυραννοῦνται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi