Thesauros Edebiyat rhetoric Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων Julian Emperor of Rome 331-363
43 Ἀλλὰ γενόμενος ἄνθρωπος τίνων ἀγαθῶν αἴτιος κατέστη τοῖς ἑαυτοῦ συγγενέσιν; οὐ γὰρ ἠθέλησαν, φασίν, ὑπακοῦσαι τοῦ Ἰησοῦ. τί δέ; ὁ σκληροκάρδιος καὶ λιθοτράχηλος ἐκεῖνος λαὸς πῶς ὑπήκουσε τοῦ Μωυσέως· Ἰησοῦς δέ, ὁ τοῖς πνεύμασιν ἐπιτάττων καὶ βαδίζων ἐπὶ τῆς θαλάσσης καὶ τὰ δαιμόνια ἐξελαύνων, ὡς δὲ ὑμεῖς λέγετε, τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπεργασάμενος—οὐ γὰρ δὴ ταῦτα τετόλμηκέ τις εἰπεῖν περὶ αὐτοῦ τῶν μαθητῶν, εἰ μὴ μόνος Ἰωάννης οὐδὲ αὐτὸς σαφῶς οὐδὲ τρανῶς· ἀλλ’ εἰρηκέναι γε συγκεχωρήσθω— οὐκ ἠδύνατο τὰς προαιρέσεις ἐπὶ σωτηρίᾳ τῶν ἑαυτοῦ φίλων καὶ συγγενῶν μεταστῆσαι;
44 Ταῦτα μὲν οὖν καὶ μικρὸν ὕστερον, ὅταν ἰδίᾳ περὶ τῆς τῶν εὐαγγελίων τερατουργίας καὶ σκευωρίας ἐξετάζειν ἀρξώμεθα. νυνὶ δὲ ἀποκρίνεσθέ μοι πρὸς ἐκεῖνο. πότερον ἄμεινον τὸ διηνεκῶς μὲν ἐλεύθερον εἶναι, ἐν δισχιλίοις δὲ ὅλοις ἐνιαυτοῖς ἄρξαι τὸ πλεῖον γῆς καὶ θαλάσσης, ἢ τὸ δουλεύειν καὶ πρὸς ἐπίταγμα ζῆν ἀλλότριον; οὐδεὶς οὕτως ἐστὶν ἀναίσχυντος, ὡς ἑλέσθαι μᾶλλον τὸ δεύτερον. ἀλλὰ τὸ πολέμῳ κρατεῖν οἰήσεταί τις τοῦ κρατεῖσθαι χεῖρον; οὕτω τίς ἐστιν ἀναίσθητος; εἰ δὲ ταῦτα ἀληθῆ φαμεν, ἕνα μοι κατὰ Ἀλέξανδρον δείξατε στρατηγόν, ἕνα κατὰ Καίσαρα παρὰ τοῖς Ἑβραίοις. οὐ γὰρ δὴ παρ’ ὑμῖν. καίτοι, μὰ τοὺς θεούς, εὖ οἶδ̓ ὅτι περιυβρίζω τοὺς ἄνδρας, ἐμνημόνευσα δὲ αὐτῶν ὡς γνωρίμων. οἱ γὰρ δὴ τούτων ἐλάττους ὑπὸ τῶν πολλῶν ἀγνοοῦνται, ὧν ἕκαστος  πάντων ὁμοῦ τῶν παρ’ Ἑβραίοις γεγονότων ἐστὶ θαυμαστότερος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi