Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
3 Οὐκ ἴστε ὅτι πρὸ πάντων τῶν ἄλλων τὰ τῆς ἡμέρας καὶ τὰ τῆς νυκτὸς ἔργα διῄρηται; οὕτως οὖν εἰκότως τῆς μὲν ἀφῃρέθη, τῇ δὲ ἂν ἀνακέοιτο. οὐ γὰρ δὴ τῆς ἐσθῆτος τὴν λευκὴν ἐπὶ τοῖς πένθεσιν ὀρθῶς ἔχον ἐστὶ παραιτεῖσθαι, θάπτειν δὲ τοὺς τελευτήσαντας ἐν ἡμέρᾳ καὶ φωτί. βέλτιον ἦν ἐκεῖνο, εἴ γε εἰς οὐδένα τῶν θεῶν ἐπλημμελεῖτο, τοῦτο δὲ οὐκ ἐκφεύγει τὸ μὴ εἰς ἅπαντας τοὺς θεοὺς εἶναι δυσσέβειαν. τοῖς τε γὰρ Ὀλυμπίοις οὐ δέον αὐτὸ προσνέμουσι, καὶ τῶν χθονίων, ἢ ὁπωσοῦν ἄλλως οἱ τῶν ψυχῶν ἐπίτροποι καὶ κύριοι χαίρουσιν ὀνομαζόμενοι, παρὰ τὸ δέον ἀλλοτριοῦσιν. ἐγὼ δὲ οἶδα καὶ τοὺς περιττοὺς καὶ ἀκριβεῖς τὰ θεῖα θεοῖς τοῖς κάτω νύκτωρ ἢ πάντως μετὰ δεκάτην ἡμέρας ὥραν ἱερὰ δρᾶν ἀξιοῦντας. εἰ δὲ τῆς ἐκείνων θεραπείας οὗτος ἀμείνων ὁ καιρός, οὐδὲ τῇ θεραπείᾳ πάντως τῶν τεθνεώτων ἕτερον ἀποδώσομεν.
4 Τοῖς μὲν οὖν ἑκοῦσι πειθομένοις ἐξαρκεῖ ταῦτα. ἃ γὰρ ἡμάρτανον μαθόντες, μετατιθέσθων πρὸς τὸ βέλτιον. εἰ δέ τις τοιοῦτός ἐστιν οἷος ἀπειλῆς καὶ ζημίας δεῖσθαι, ἴστω τὴν μεγίστην ὑφέξων δίκην, εἰ πρὸ δεκάτης ἡμερινῆς ὥρας τολμήσει τε τῶν ἀπογινομένων τινὸς κηδεῦσαι σῶμα καὶ διὰ τῆς πόλεως ἐνεγκεῖν· ἀλλὰ δύντος ἡλίου καὶ αὖ πρὶν ἀνίσχειν ταῦτα γενέσθω, ἡ δὲ ἡμέρα καθαρὰ καθαροῖς τοῖς τε ἔργοις καὶ τοῖς Ὀλυμπίοις ἀνακείσθω θεοῖς.

Ἀρσάκῃ Ἀρμενίων σατράπῃ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi