Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν Ὅμηρος ὁ σοφὸς ἐνομοθέτησεν· ἡμῖν δὲ ὑπάρχει πρὸς ἀλλήλους ξενικῆς φιλίας ἀμείνων ἥ τε διὰ τῆς ἐνδεχομένης παιδείας καὶ τῆς περὶ τοὺς θεοὺς εὐσεβείας, ὥστ’ οὐκ ἄν μέ τις ἐγράψατο δικαίως ὡς τὸν Ὁμήρου παραβαίνοντα νόμον, εἰ καὶ ἐπὶ πλεῖόν σε μένειν παρ’ ἡμῖν ἠξίωσα. ἀλλὰ σοι τὸ σωμάτιον ἰδὼν ἐπιμελείας πλείονος δεόμενον ἐπέτρεψα βαδίζειν εἰς τὴν πατρίδα, καὶ ῥᾳστώνης ἐπεμελήθην τῆς πορείας. ὀχήματι γοῦν ἔξεστί σοι δημοσίῳ χρήσασθαι, πορεύοιεν δέ σε σὺν Ἀσκληπιῷ πάντες οἱ θεοί, καὶ πάλιν ἡμῖν συντυχεῖν δοῖεν.

Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου

1 Ἡ μὲν παροιμία φησίν ἐμοὶ διηγοῦ σὺ τοὐμὸν ὄναρ, ἐγὼ δ’ ἔοικα σοὶ τὸ σὸν ὕπαρ ἀφηγεῖσθαι. πολύς, φασίν, ὁ Νεῖλος ἀρθεὶς μετέωρος τοῖς πήχεσιν ἐπλήρωσε πᾶσαν τὴν Αἴγυπτον· εἰ δὲ καὶ τὸν ἀριθμὸν ἀκοῦσαι ποθεῖς, εἰς τὴν εἰκάδα τοῦ Σεπτεμβρίου τρὶς πέντε. μηνύει δὲ ταῦτα Θεόφιλος ὁ στρατοπεδάρχης. εἰ τοίνυν ἠγνόησας αὐτό, παρ’ ἡμῶν ἀκούων εὐφραίνου.

Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi