Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
2 Ὑπεδεξάμην μέντοι τὰ σύμβολα, φιάλην ἀργυρᾶν, ἕλκουσαν μίαν μνᾶν, καὶ χρυσοῦ νόμισμα. καλέσαι δέ σε πρὸς ἐμαυτόν, ὥσπερ ἐπέστειλας, ἐβουλόμην. ἤδη δὲ ἔαρ ὑποφαίνει καὶ τὰ δένδρα βλαστάνει, χελιδόνες δὲ ὅσον οὔπω προσδοκώμεναι τοὺς συστρατευομένους ἡμᾶς, ὅταν ἐπεισέλθωσιν, ἐξελαύνουσι τῶν οἰκιῶν, καί φασι δεῖν ὑπερορίους εἶναι. πορευσόμεθα δὲ δι’ ὑμῶν, ὥστε μοι βέλτιον ἂν ἐντύχοις, ἐθελόντων θεῶν, ἐν τοῖς σαυτοῦ. τοῦτο δὲ οἶμαι ταχέως ἔσεσθαι, πλὴν εἰ μή τι δαιμόνιον γένοιτο κώλυμα. καὶ τοῦτο δὲ αὐτὸ τοῖς θεοῖς εὐχόμεθα.

Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν.

1 Τὴν ἰατρικὴν ἐπιστήμην σωτηριώδη τοῖς ἀνθρώποις τυγχάνειν τὸ ἐναργὲς τῆς χρείας μαρτυρεῖ. διὸ καὶ ταύτην ἐξ οὐρανοῦ πεφοιτηκέναι δικαίως φιλοσόφων παῖδες κηρύττουσι. τὸ γὰρ ἀσθενὲς τῆς ἡμετέρας φύσεως καὶ τὰ τῶν ἐπισυμβαινόντων ἀρρωστημάτων ἐπανορθοῦται διὰ ταύτης. ὅθεν κατὰ τὸν τοῦ δικαίου λογισμὸν συνῳδὰ τοῖς ἄνωθεν βασιλεῦσι θεσπίζοντες ἡμετέρᾳ φιλανθρωπίᾳ κελεύομεν τῶν βουλευτικῶν λειτουργημάτων ἀνενοχλήτους ὑμᾶς τοὺς λοιποὺς χρόνους διάγειν.

Θεοδώρᾳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi