Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Εἰ τὰς σὰς ἐπιστολὰς ἐγὼ παρὰ φαῦλον ποιοῦμαι, ἐξ ἄρα δή μοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. τί γὰρ οὐκ ἔνεστιν ἐν τοῖς σοῖς καλόν; εὔνοια, πίστις, ἀλήθεια, καὶ τὸ πρὸ τούτων, οὗ χωρὶς οὐδέν ἐστι τἆλλα, φρόνησις ἅπασι τοῖς ἑαυτῆς μέρεσιν, ἀγχινοίᾳ, συνέσει, εὐβουλίᾳ διαδεικνυμένη. ὅτι δὲ οὐκ ἀντιγράφω, τοῦτο γὰρ καὶ κατεμέμψω, σχολὴν οὐκ ἄγω, μὰ τοὺς θεούς, καὶ μὴ νομίσῃς ἀκκισμὸν εἶναι μηδὲ παιδιὰν τὸ πρᾶγμα. μαρτύρομαι τοὺς λογίους θεούς, ὅτι πλὴν Ὁμηρου καὶ Πλάτωνος οὐκ ἀκολουθεῖ μοι πυκτίον οὔτε φιλόσοφον οὔτε ῥητορικὸν οὔτε γραμματικὸν οὔθ’ ἱστορία τις τῶν ἐν κοινῇ χρείᾳ· καὶ ταῦτα δὲ αὐτὰ τοῖς περιάπτοις ἔοικε καὶ φυλακτηρίοις· δέδεται γὰρ ἀεί. ὀλίγα λοιπὸν καὶ εὔχομαι καίτοι δεόμενος, ὡς εἰκός, εἴ πέρ ποτε ἄλλοτε καὶ νῦν εὐχῶν πολλῶν πάνυ, καὶ μεγάλων. ἀλλ’ ἄγχει πάντοθεν περιεχόμενα τὰ πράγματα, ὄψει δὲ ἴσως καὶ αὐτός, ὅταν εἰς τὴν Συρίαν γένωμαι.
2 Περὶ δὲ ὧν ἐπέστειλάς μοι, πάντα ἐπαινῶ, πάντα θαυμάζω ἃ ἐννοεῖς, οὐδέν ἐστιν ἀπόβλητον ἐξ ἐκείνων. ἴσθι οὖν ὅτι καὶ πάντα πράξω σὺν θεοῖς.
3 τοὺς κίονας τοὺς Δαφναίους θοῦ πρὸ τῶν ἄλλων· τοὺς ἐκ βασιλείων τῶν πανταχοῦ λαβῶν ἀποκόμισον, ὑπόστησον δὲ εἰς τὰς ἐκείνων χώρας τοὺς ἐκ τῶν ἔναγχος κατειλημμένων οἰκιῶν· εἰ δὲ κἀκεῖθεν ἐπιλείποιεν, ὀπτῆς πλίνθου καὶ κόνεως τέως ἔξωθεν μαρμαρώσαντες εὐτελεστέροις χρησώμεθα· τὸ δὲ ὅσιον ὅτι πολυτελείας ἐστὶ κρεῖττον καὶ τοῖς εὖ φρονοῦσιν ἡδονὴν ἐν βίῳ καὶ τῇ χρήσει ἔχον πολλήν, αὐτὸς οἶδας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi