Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
2 Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα, τὰ πλεῖστα δὲ αὐτοῖς ἐπίστελλε. εἰσιοῦσι δὲ εἰς τὴν πόλιν ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων, ἀλλ’, ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. ἡγείσθω δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης, ἑπέσθω δὲ ὁ βουλόμενος· ἅμα γὰρ εἰς τὸν οὐδὸν ἦλθε τοῦ τεμένους καὶ γέγονεν ἰδιώτης. ἄρχεις γὰρ αὐτός, ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖθεσμός. καὶ οἱ μὲν πειθόμενοι κατὰ ἀλήθειάν εἰσι θεοσεβεῖς, οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου δοξοκόποι καὶ κενόδοξοι.
3 Τῇ Πεσσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεων καταστήσουσιν ἑαυτοῖς· ἀμελοῦντες δὲ αὐτῆς οὐκ ἄμεμπτοι μόνον, ἀλλὰ, μὴ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ’ ἡμῶν ἀπολαύσωσι δυσμενείας. οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ’ ἐλεαίρειν ἀνέρας, οἵ κε θεοῖσιν ἀπέχθωντ’ ἀθανάτοισιν. πεῖθε τοίνυν αὐτούς, εἰ τῆς παρ’ ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.

Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi