Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Τρίτης ὥρας νυκτὸς ἀρχομένης, οὐκ ἔχων οὐδὲ τὸν ὑπογράψοντα διὰ τὸ πάντας ἀσχόλους εἶναι, μόλις ἴσχυσα πρὸς σὲ ταῦτα γράψαι. ζῶμεν διὰ τοὺς θεοὺς ἐλευθερωθέντες τοῦ παθεῖν ἢ δρᾶσαι τὰ ἀνήκεστα· μάρτυς δὲ ὁ Ἥλιος, ὃν μάλιστα πάντων ἱκέτευσα συνάρασθαί μοι, καὶ ὁ βασιλεὺς Ζεύς, ὡς οὐπώποτε ηὐξάμην ἀποκτεῖναι Κωνστάντιον, μᾶλλον δὲ ἀπηυξάμην. τί οὖν ἦλθον; ἐπειδή μοι οἱ θεοὶ διαρρήδην ἐκέλευσαν, σωτηρίαν μὲν ἐπαγγελλόμενοι πειθομένῳ, μένοντι δὲ ὃ μηδεὶς θεῶν ποιήσειεν· ἄλλως τε ὅτι καὶ πολέμιος ἀποδειχθεὶς ᾤμην φοβῆσαι μόνον καὶ εἰς ὁμιλίας ἥξειν ἐπιεικεστέρας τὰ πράγματα· εἰ δὲ μάχῃ κριθείη, τῇ τύχῃ τὰ πάντα καὶ τοῖς θεοῖς ἐπιτρέψας περιμένειν ὅπερ ἂν αὐτῶν τῇ φιλανθρωπίᾳ δόξῃ.

Ἰουλιανὸς Εὐθηρίῳ

1 Ζῶμεν ὑπὸ τῶν θεῶν σωθέντες· ὑπὲρ ἐμοῦ δὲ αὐτοῖς θῦε τὰ χαριστήρια. θύσεις δὲ οὐχ ὑπὲρ ἑνὸς ἀνδρός, ἀλλ’ ὑπὲρ τοῦ κοινοῦ τῶν Ἑλλήνων. εἰ δέ σοι σχολὴ καὶ μέχρι τῆς Κωνσταντίνου πόλεως διαβῆναι, τιμησαίμην ἂν οὐκ ὀλίγου τὴν σὴν ἐντυχίαν.

Ἰουλιανὸς Λεοντίῳ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi