Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
2 Ἀλλ’ ὁρᾷς ὅτι μεγάλα καὶ πολλὰ παρέδραμον. μάλιστά σε πυθέσθαι ἄξιον, πῶς μὲν ἀθρόως τῆς ἐπιφανείας ᾐσθόμεθα τῶν θεῶν, τίνα δὲ τρόπον τὸ τοσοῦτον τῶν ἐπιβούλων πλῆθος διαπεφεύγαμεν, κτείναντες οὐδένα, χρήματα οὐδενὸς ἀφελόμενοι, φυλαξάμενοι δὲ μόνον οὓς ἐλαμβάνομεν ἐπ’ αὐτοφώρῳ. ταῦτα μὲν οὖν ἴσως οὐ γράφειν, ἀλλὰ φράζειν χρή, οἶμαι δέ σε καὶ μάλα ἡδέως πεύσεσθαι. θρησκεύομεν τοὺς θεοὺς ἀναφανδόν, καὶ τὸ πλῆθος τοῦ συγκατελθόντος μοι στρατοπέδου θεοσεβές ἐστιν. ἡμεῖς φανερῶς βουθυτοῦμεν. ἀπεδώκαμεν τοῖς θεοῖς χαριστήρια ἑκατόμβας πολλάς. ἐμὲ κελεύουσιν οἱ θεοὶ τὰ πάντα ἁγνεύειν εἰς δύναμιν, καὶ πείθομαί γε καὶ προθύμως αὐτοῖς· μεγάλους γὰρ καρποὺς τῶν πόνων ἀποδώσειν φασίν, ἢν μὴ ῥᾳθυμῶμεν. ἦλθε πρὸς ἡμᾶς Εὐάγριος τοῦ παρ’ ἡμῖν τιμωμένου θεοῦ.
3 Πολλὰ γοῦν ἐπέρχεταί μοι πρὸς τούτοις, ἀλλὰ χρὴ ταμιεύσασθαί τινα καὶ τῇ παρουσίᾳ τῇ σῇ. δεῦρο οὖν, τοὺς θεούς σοι, τὴν ταχίστην, εἴτε δύο εἴτε πλείοσι χρησάμενος ὀχήμασιν. ἀπέστειλα δὲ καὶ δύο τῶν πιστοτάτων ὑπηρετῶν, ὧν ὁ μὲν εἷς ἄχρι τοῦ στρατοπέδου παραπέμψει σε· ἕτερος δὲ ἐξεληλυθέναι σε καὶ ἥκειν ἤδη μηνύσει· πότερον δὲ ὑπὸ ποτέρου γενέσθαι θέλεις αὐτὸς τοῖς νεανίσκοις σήμηνον.

Ἰουλιανῷ θείῳ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi