30
Μὴ δὴ θαυμάσητε, τοῦτο εἰ καὶ ἐγὼ νυνὶ πάσχω πρὸς ὑμᾶς, ἀνὴρ ἀγριώτερος ἐκείνου καὶ θρασύτερος τοσούτῳ καὶ αὐθαδέστερος, ὅσον οἱ Κελτοὶ Ῥωμαίων. ὁ μὲν γὰρ ἐκεῖσε τεχθεὶς ἐγγὺς ἦλθε γήρως ἅμα τοῖς πολίταις τρεφόμενος· ἐμοὶ δὲ Κελτοὶ καὶ Γερμανοὶ καὶ δρυμὸς Ἑρκύνιος ἔμελεν ἄρτι πρῶτον εἰς ἄνδρας τελοῦντι, καὶ διέτριψα πολὺν ἤδη χρόνον, ὥσπερ τις κυνηγέτης ἀγρίοις ὁμιλῶν καὶ συμπλεκόμενος θηρίοις, ἤθεσιν ἐντυγχάνων οὔτε θωπεύειν οὔτε κολακεύειν εἰδόσιν, ἁπλῶς δὲ καὶ ἐλευθέρως ἐκ τοῦ ἴσου πᾶσι προσφέρεσθαι. γέγονεν οὖν μοι μετὰ τὴν ἐκ παίδων τροφὴν ἥ τε ἐν μειρακίοις ὁδὸς διὰ τῶν Πλάτωνος καὶ Ἀριστοτέλους λόγων οὐδαμῶς ἐπιτηδείων δήμοις ἐντυγχάνειν οἰομένοις ὑπὸ τρυφῆς εὐδαιμονεστάτοις εἶναι, ἥ τε ἐν ἀνδράσιν αὐτουργία παρὰ τοῖς μαχιμωτάτοις καὶ θυμικωτάτοις τῶν ἐθνῶν, ὅπου τὴν γαμηλίαν Ἀφροδίτην καὶ τὸν μεθυδότην Διόνυσον γάμου τε ἕνεκα καὶ παιδοποιίας οἴνου τε ὁπόσης ἑκάστῳ δυνατὸν πόσεως ἴσασι μόνον. ἀσέλγεια δ’ οὐκ ἔστιν ἐν τοῖς θεάτροις οὐδὲ ὕβρις, οὐδὲ ἕλκει τις εἴσω τῆς σκηνῆς τὸν κόρδακα.