Thesauros Edebiyat rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
26 ὁ δεῖνα ἐβιάσατο τὸν δεῖνα. Τί τοῦτο, ὦ μῶρε, πρὸς σέ; κοινωνεῖν ἐξὸν μετ’ εὐνοίας τῶν ἀδικημάτων, ἀφεὶς τὸ κέρδος ἔχθραν ἐπαναιρῇ, καὶ τοῦτο ποιῶν ὀρθῶς οἴει ποιεῖν καὶ φρονεῖν ὑπὲρ τῶν σεαυτοῦ. λογίσασθαι ἐχρῆν, ὅτι τῶν μὲν ἀδικουμένων οὐδεὶς αἰτιᾶται τοὺς ἄρχοντας, ἀλλὰ τὸν ἀδικήσαντα, ὁ δ’ ἀδικῶν εἶτα εἰργόμενος, ἀφεὶς μέμφεσθαι τὸν ἀδικούμενον, εἰς τοὺς ἄρχοντας τρέπει τὸ ἄχθος.
26 Ἐξὸν οὖν ὑπὸ τῆς εὐλογιστίας ταύτης ἀπέχεσθαι μὲν τοῦ τὰ δίκαια ποιεῖν ἀναγκάζειν, ἐπιτρέψαι δ’ ἑκάστῳ πράττειν ὅ, τι ἂν ἐθέλῃ καὶ δυνατὸς ᾖ· τὸ γὰρ τῆς πόλεως ἦθος οἶμαι τοιοῦτόν ἐστιν, ἐλεύθερον λίαν· σὺ δὲ οὐ ξυνεὶς ἄρχεσθαι αὐτοὺς μετὰ φρονήσεως ἀξιοῖς; οὐδ’ ἀπέβλεψας ὅση καὶ μέχρι τῶν ὄνων ἐστὶν ἐλευθερία παρ’ αὐτοῖς καὶ τῶν καμήλων; ἄγουσί τοι καὶ ταύτας οἱ μισθωτοὶ διὰ τῶν στοῶν ὥσπερ τὰς νύμφας· οἱ γὰρ ὑπαίθριοι στενωποὶ καὶ αἱ πλατεῖαι τῶν ὁδῶν οὐκ ἐπὶ τούτῳ δήπου πεποίηνται, τῷ χρῆσθαι αὐταῖς τοὺς κανθηλίους, ἀλλ’ ἐκεῖναι μὲν αὐτὸ δὴ τοῦτο κόσμου τινὸς ἕνεκα πρόκεινται καὶ πολυτελείας, χρῆσθαι δὲ ὑπ’ ἐλευθερίας οἱ ὄνοι βούλονται ταῖς στοαῖς, εἴργει δ’ αὐτοὺς οὐδεὶς οὐδενός, ἵνα μὴ τὴν ἐλευθερίαν ἀφέληται· οὕτως ἡ πόλις ἐστὶν ἐλευθέρα. σὺ δὲ ἀξιοῖς τοὺς ἐν αὐτῇ νεανίσκους ἄγειν ἡσυχίαν καὶ μάλιστα μὲν φρονεῖν ὅ, τι σοι φίλον, εἰ δὲ μή, φθέγγεσθαι ὅσων ἂν ἡδέως ἀκούσῃς. οἱ δὲ ὑπ’ ἐλευθερίας εἰώθασι κωμάζειν, ἀεὶ μὲν ἐπιεικῶς αὐτὸ ποιοῦντες, ἐν δὲ ταῖς ἑορταῖς πλέον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi