Thesauros Edebiyat rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
23 Εἶτα οὐκ ἔξεστιν ἀποθέσθαι νῦν καὶ μεταμαθεῖν εἴ τι πρότερον ἡμῖν ἄγροικον ἦθος ἐνετράφη; Ἔθος, φασί, δευτέρη φύσις· φύσει μάχεσθαι δ’ ἔργον, ἐτῶν τριάκοντα μελέτην ἀφεῖναι παγχάλεπον ἄλλως τε καὶ μετὰ τοσαύτης ἐγγενομένην τῆς χαλεπότητος· ἐμοὶ δὲ ἤδη πλείω τούτων ἐστίν.
24 Εἶεν· ἀλλὰ τί παθὼν αὐτὸς ἐπιχειρεῖς ἀκροᾶσθαι περὶ τῶν συμβολαίων καὶ δικάζειν; οὐ γὰρ δὴ καὶ τοῦτό σε ὁ παιδαγωγὸς ἐδίδασκεν, ὃς οὐδ’ εἰ ἄρξεις ἠπίστατο. Δεινὸς δὲ ἀνέπεισε γέρων, ὃν καὶ ὑμεῖς ὡς ὄντα μάλιστα αἰτιώτατον τῶν ἐμῶν ἐπιτηδευμάτων ὀρθῶς ποιοῦντες ξυλλοιδορεῖτέ μοι, καὶ τοῦτον δ̓, εὖ ἴστε, ὑπ’ ἄλλων ἐξηπατημένον. ὀνόματα ἥκει πρὸς ὑμᾶς πολλάκις κωμῳδούμενα, Πλάτων καὶ Σωκράτης καὶ Ἀριστοτέλης καὶ Θεόφραστος. ἐκείνοις ὁ γέρων οὗτος πεισθεὶς ὑπ’ ἀφροσύνης, ἔπειτα ἐμὲ νέον εὑρών, ἐραστὴν λόγων, ἀνέπεισεν, ὡς, εἰ τὰ πάντα ἐκείνων ζηλωτὴς γενοίμην, ἀμείνων ἔσομαι τῶν μὲν ἄλλων ἀνθρώπων ἴσως οὐδενός· οὐ γὰρ εἶναί μοι πρὸς αὐτοὺς τὴν ἅμιλλαν· ἐμαυτοῦ δὲ πάντως. ἐγὼ δέ· οὐ γὰρ εἶχον ὅ, τι ποιῶ· πεισθεὶς οὐκέτι δύναμαι μεταθέσθαι, καὶ ταῦτα ἐθέλων πολλάκις, ἀλλ’ ὀνειδίζω μὲν ἐμαυτῷ, διότι μὴ ποιῶ πᾶσιν ἄδειαν ἁπάντων ἀδικημάτων· ὕπεισι δέ με ἐκ τῶν Πλάτωνος ὅσα ὁ Ἀθηναῖος διεξῆλθε ξένος,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi