12
Ἰδού, πάλιν ἐγὼ τὰ συνήθη τεχνιτεύω λεξείδια καὶ οὐδ’ ἐμαυτῷ συγχωρῶ φθέγγεσθαι ὡς ἔτυχεν ἀδεῶς καὶ ἐλευθέρως, ἀλλὰ ὑπὸ τῆς συνήθους σκαιότητος καὶ ἐμαυτὸν συκοφαντῶ. ταῦτά τις καὶ τοιαῦτ’ ἂν λέγοι πρὸς ἄνδρας οὐ τὰ πρὸς τοὺς ἄρχοντας μόνον, ἀλλὰ καὶ τὰ πρὸς τοὺς θεοὺς ἐλευθέρους εἶναι θέλοντας, ὅπως τις εὔνους αὐτοῖς ὥσπερ πατὴρ ἤπιος νομισθείη, φύσει πονηρὸς ὢν ὥσπερ ἐγώ.
13
ἀνέχου τοίνυν αὐτῶν μισούντων καὶ λοιδορούντων λάθρᾳ ἢ καὶ φανερῶς, ἐπειδὴ κολακεύειν ἐνόμισας τοὺς ἐν τοῖς ἱεροῖς ὁρμῇ μιᾷ σε ἐπαινοῦντας. οὐ γὰρ οἶμαι διενοήθης ὅπως ἁρμόσει τῶν ἀνδρῶν οὔτε τοῖς ἐπιτηδεύμασιν οὔτε τοῖς |βίοις οὔτε τοῖς ἤθεσιν.