34
ἔτι ἐπιμετρῆσαι βούλομαι τῆς Φοινίκων θεολογίας· εἰ δὲ μὴ μάτην, ὁ λόγος προϊὼν δείξει. οἱ τὴν Ἔμεσαν οἰκοῦντες, ἱερὸν ἐξ αἰῶνος Ἡλίου χωρίον, Μόνιμον αὐτῷ καὶ Ἄζιζον συγκαθιδρύουσιν. αἰνίττεσθαί φησιν Ἰάμβλιχος, παρ’ οὗ καὶ τἆλλα πάντα ἐκ πολλῶν μικρὰ ἐλάβομεν, ὡς ὁ Μόνιμος μὲν Ἑρμῆς εἴη, Ἄζιζος δὲ Ἄρης, Ἡλίου πάρεδροι, πολλὰ καὶ ἀγαθὰ τῷ περὶ γῆν ἐποχετεύοντες τόπῳ.
35
Τὰ μὲν οὖν περὶ τὸν οὐρανὸν ἔργα τοῦ θεοῦ τοιαῦτά ἐστι, καὶ διὰ τούτων ἐπιτελούμενα μέχρι τῶν τῆς γῆς προήκει τελευταίων ὅρων· ὅσα δὲ ὑπὸ τὴν Σελήνην ἐργάζεται, μακρὸν ἂν εἴη τὰ πάντα ἀπαριθμεῖσθαι. πλὴν ὡς ἐν κεφαλαίῳ καὶ ταῦτα ῥητέον. οἶδα μὲν οὖν ἔγωγε καὶ πρότερον μνημονεύσας, ὁπηνίκα ἠξίουν ἐκ τῶν φαινομένων τὰ ἀφανῆ περὶ τῆς τοῦ θεοῦ σκοπεῖν οὐσίας, ὁ λόγος δὲ ἀπαιτεῖ με καὶ νῦν ἐν τάξει περὶ αὐτῶν δηλῶσαι.