Thesauros Edebiyat rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
18 Ἐπεὶ δὲ πολλὰ διεληλύθαμεν, ἐπιθετέον ὥσπερ σφραγῖδα τῷ λόγῳ τῷδε μέλλοντας ἐφ’ ἕτερα μεταβαίνειν οὐκ ἐλάττονος τῆς θεωρίας δεόμενα. τίς οὖν ἡ σφραγὶς καὶ οἷον ἐν κεφαλαίῳ τὰ πάντα περιλαμβάνουσα ἡ περὶ τῆς οὐσίας τοῦ θεοῦ νόησις, αὐτὸς ἡμῖν ἐπὶ νοῦν θείη βουλομένοις ἐν βραχεῖ συνελεῖν τήν τε αἰτίαν, ἀφ’ ἧς προῆλθε, καὶ αὐτὸς ὅστις ἐστί, τίνων τε ἀποπληροῖ τὸν ἐμφανῆ κόσμον. ῥητέον οὖν ὡς ἐξ ἑνὸς μὲν προῆλθε τοῦ θεοῦ εἷς ἀφ’ ἑνὸς τοῦ νοητοῦ κόσμου βασιλεὺς Ἥλιος, τῶν νοερῶν θεῶν μέσος ἐν μέσοις τεταγμένος κατὰ παντοίαν μεσότητα, τὴν ὁμόφρονα καὶ φίλην καὶ τὰ διεστῶτα συνάγουσαν, εἰς ἕνωσιν ἄγων τὰ τελευταῖα τοῖς πρώτοις, τελειότητος καὶ συνοχῆς καὶ γονίμου ζωῆς καὶ τῆς ἑνοειδοῦς οὐσίας τὰ μέσα ἔχων ἐν ἑαυτῷ, τῷ τε αἰσθητῷ κόσμῳ παντοίων ἀγαθῶν προηγούμενος, οὐ μόνον δι’ ἧς αὐτὸς αὐγῆς περιλάμπει κοσμῶν καὶ φαιδρύνων, ἀλλὰ καὶ τὴν οὐσίαν τῶν ἡλιακῶν ἀγγέλων ἑαυτῷ συνυποστήσας καὶ τὴν ἀγέννητον αἰτίαν τῶν γινομένων περιέχων, ἔτι τε πρὸ ταύτης τῶν ἀιδίων σωμάτων τὴν ἀγήρω καὶ μόνιμον τῆς ζωῆς αἰτίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi