Thesauros Edebiyat rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
12 Ὁ περὶ γῆν τόπος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. τίς οὖν ἐστιν ὁ τὴν ἀιδιότητα δωρούμενος αὐτῷ; ἆρ’ οὐχ ὁ ταῦτα μέτροις ὡρισμένοις συνέχων; ἄπειρον μὲν γὰρ εἶναι φύσιν σώματος οὐχ οἷόν τ’ ἦν, ἐπεὶ μηδὲ ἀγέννητός ἐστι μηδὲ αὐθυπόστατος· ἐκ δὲ τῆς οὐσίας εἰ πάντως ἐγίνετό τι συνεχῶς, ἀνελύετο δὲ εἰς αὐτὴν μηδέν, ἐπέλειπεν ἂν τῶν γιγνομένων ἡ οὐσία. τὴν δὴ τοιαύτην φύσιν ὁ θεὸς ὅδε μέτρῳ κινούμενος προσιὼν μὲν ὀρθοῖ καὶ ἐγείρει, πόρρω δὲ ἀπιὼν ἐλαττοῖ καὶ φθείρει, μᾶλλον δὲ αὐτὸς ἀεὶ ζωοποιεῖ κινῶν καὶ ἐποχετεύων αὐτῇ τὴν ζωήν· ἡ δὲ ἀπόλειψις αὐτοῦ καὶ ἡ πρὸς θάτερα μετάστασις αἰτία γίνεται φθορᾶς τοῖς φθίνουσιν. ἀεὶ μὲν οὖν ἡ παρ’ αὐτοῦ τῶν ἀγαθῶν δόσις ἴση κάτεισιν ἐπὶ τὴν γῆν· ἄλλοτε γὰρ ἄλλη δέχεται τὰ τοιαῦτα χώρα πρὸς τὸ μήτε τὴν γένεσιν ἐπιλείπειν μήτε τοῦ συνήθους ποτὲ τὸν θεὸν ἔλαττον ἢ πλέον εὖ ποιῆσαι τὸν παθητὸν κόσμον. ἡ γὰρ ταυτότης ὥσπερ τῆς οὐσίας, οὕτω δὲ καὶ τῆς ἐνεργείας ἐν τοῖς θεοῖς καὶ πρό γε τῶν ἄλλων παρὰ τῷ βασιλεῖ τῶν ὅλων Ἡλίῳ, ὃς καὶ τὴν κίνησιν ἁπλουστάτην ὑπὲρ ἅπαντας ποιεῖται τοὺς τῷ παντὶ τὴν ἐναντίαν φερομένους· ὃ δὴ καὶ αὐτὸ τῆς πρὸς τοὺς ἄλλους ὑπεροχῆς αὐτοῦ σημεῖον ποιεῖται ὁ κλεινὸς Ἀριστοτέλης·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi