2
Παρεσκεύαστο δὲ καὶ τοῖς ἄλλοις θεοῖς ἑκάστῳ θρόνος ἢ κλίνη κατὰ πρεσβείαν. ἤριζε δὲ οὐδείς, ἀλλ’ ὅπερ Ὅμηρος ὀρθῶς ποιῶν ἔφη, δοκεῖν μοι παρὰ τῶν Μουσῶν αὐτῶν ἀκηκοώς, ἔχειν ἕκαστον τῶν θεῶν θρόνον, ἐφ’ οὗ πάντως αὐτῷ θέμις καθῆσθαι στερεῶς καὶ ἀμετακινήτως· ἐπεὶ καὶ πρὸς τὴν παρουσίαν τοῦ πατρὸς ἐξανιστάμενοι ταράττουσιν οὐδαμῶς τὰς καθέδρας οὐδὲ μεταβαίνουσιν οὐδὲ ὑφαρπάζουσιν ἀλλήλων, γνωρίζει δὲ ἕκαστος τὸ προσῆκον αὑτῷ.
3
πάντων οὖν κύκλῳ τῶν θεῶν καθημένων, ὁ Σειληνὸς ἐρωτικῶς ἔχειν μοι δοκῶν τοῦ Διονύσου καλοῦ καὶ νέου καὶ τῷ πατρὶ τῷ Διὶ παραπλησίου πλησίον αὐτοῦ, τροφεύς τις οἷα καὶ παιδαγωγός, καθῆστο, τά τε ἄλλα φιλοπαίγμονα καὶ φιλόγελων καὶ χαριτοδότην ὄντα τὸν θεὸν εὐφραίνων καὶ δὴ καὶ τῷ σκώπτειν τὰ πολλὰ καὶ γελοιάζειν.