5
Οὐκοῦν ὁ μὲν ἐν Δελφοῖς θεὸς τὸ Γνῶθι σαυτὸν προαγορεύει, Ἡράκλειτος δὲ ἐδιζησάμην ἐμεωυτόν, ἀλλὰ καὶ Πυθαγόρας οἵ τε ἀπ’ ἐκείνου μέχρι Θεοφράστου τὸ κατὰ δύναμιν ὁμοιοῦσθαι θεῷ φασι, καὶ γὰρ καὶ Ἀριστοτέλης. ὃ γὰρ ἡμεῖς ποτέ, τοῦτο ὁ θεὸς ἀεί. γελοῖον οὖν ἂν εἴη τὸν θεὸν ἑαυτὸν μὴ εἰδέναι· κομιδῇ γὰρ οὐδὲν εἴσεται τῶν ἄλλων, εἴπερ ἑαυτὸν ἀγνοοίη· πάντα γὰρ αὐτός ἐστιν, εἴπερ καὶ ἐν ἑαυτῷ καὶ παρ’ ἑαυτῷ ἔχει τῶν ὁπωσοῦν ὄντων τὰς αἰτίας, εἴτε ἀθανάτων ἀθανάτους, εἴτε ἐπικήρων οὐ θνητὰς οὐδὲ ἐπικήρους, ἀιδίους δὲ καὶ μενούσας ἀεὶ καὶ αἳ τούτοις εἰσὶν αἰτίαι τῆς ἀειγενεσίας. ἀλλ’ οὗτος μὲν ὁ λόγος ἐστὶ μείζων.