Thesauros Edebiyat rhetoric Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν Julian Emperor of Rome 331-363
8 Ἦλθεν εἰς Ὀλυμπίαν ἐπὶ τί πρὸς Διός; ἵνα τοὺς ἀγωνιστὰς θεάσηται; τί δέ; οὐχὶ καὶ Ἰσθμίοις τοὺς αὐτοὺς καὶ Παναθηναίοις θεάσασθαι δίχα πραγμάτων οἷόν τε ἦν; ἀλλὰ ἐθέλων ἐκεῖ τοῖς κρατίστοις συγγενέσθαι τῶν Ἑλλήνων; οὐ γὰρ Ἰσθμόνδε ἐφοίτων; οὐκ ἂν οὖν εὕροις ἄλλην αἰτίαν ἢ τὴν εἰς τὸν θεὸν θεραπείαν. εἰ δ’ οὐκ ἐξεπλάγη τὸν κεραυνόν· οὐδὲ ἐγὼ μὰ τοὺς θεοὺς πολλῶν πολλάκις πειραθεὶς διοσημιῶν ἐξεπλάγην. ἀλλ’ ὅμως οὕτω δή τι τοὺς θεοὺς πέφρικα καὶ φιλῶ καὶ σέβω καὶ ἅζομαι καὶ πάνθ’ ἁπλῶς τὰ τοιαῦτα πρὸς αὐτοὺς πάσχω, ὅσαπερ ἄν τις καὶ οἷα πρὸς ἀγαθοὺς δεσπότας, πρὸς διδασκάλους, πρὸς πατέρας, πρὸς κηδεμόνας, πρὸς πάντα ἁπλῶς τὰ τοιαῦτα, ὥστε ὀλίγου δεῖν ὑπὸ τῶν σῶν ῥημάτων πρῴην ἐξανέστην. τοῦτο μὲν οὖν οὐκ οἶδ’ ὅντινα τρόπον ἐπελθὸν ἴσως σιωπᾶσθαι δέον ἐρρέθη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi