Thesauros Edebiyat rhetoric Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν Julian Emperor of Rome 331-363
10 Μικρὰ οὖν ὑπὲρ τῶν τῆς φιλοσοφίας εἴτε μορίων εἴτε ὀργάνων προρρητέον. ἔστι γὰρ οὐ μέγα τὸ διαφέρον ὁποτέρως ἄν τις τῷ πρακτικῷ καὶ τῷ φυσικῷ τὸ λογικὸν προσαριθμῇ· ἀναγκαῖον γὰρ ὁμοίως φαίνεται κατ’ ἀμφότερα. τριῶν δὴ τούτων αὖθις ἕκαστον εἰς τρία τέμνεται, τὸ μὲν φυσικὸν εἰς τὸ θεολογικὸν καὶ τὸ περὶ τὰ μαθήματα καὶ τρίτον τὸ περὶ τὴν τῶν γινομένων καὶ ἀπολλυμένων καὶ τῶν ἀιδίων μέν, σωμάτων δὲ ὅμως θεωρίαν, τί τὸ εἶναι αὐτοῖς καὶ τίς ἡ οὐσία ἑκάστου· τοῦ πρακτικοῦ δὲ τὸ μὲν πρὸς ἕνα ἄνδρα, ἠθικόν, οἰκονομικὸν δὲ τὸ περὶ μίαν οἰκίαν, πολιτικὸν δὲ τὸ περὶ πόλιν· ἔτι μέντοι τοῦ λογικοῦ τὸ μὲν ἀποδεικτικὸν διὰ τῶν ἀληθῶν, τὸ δὲ διὰ τῶν ἐνδόξων βιαστικόν, τὸ δὲ διὰ τῶν φαινομένων ἐνδόξων παραλογιστικόν. ὄντων δὴ τοσούτων τῶν τῆς φιλοσοφίας μερῶν, εἰ μή τί με λέληθε· καὶ οὐδὲν θαυμαστὸν ἄνδρα στρατιώτην μὴ λίαν ἐξακριβοῦν μηδ’ ἐξονυχίζειν τὰ τοιαῦτα, ἅτε οὐκ ἐκ βιβλίων ἀσκήσεως, ἀπὸ δὲ τῆς προστυχούσης αὐτὰ ἕξεως ἀποφθεγγόμενον· ἔσεσθε γοῦν μοι καὶ ὑμεῖς μάρτυρες, εἰ τὰς ἡμέρας λογίσαισθε, πόσαι τινές εἰσιν αἱ μεταξὺ ταύτης τε καὶ τῆς ἔναγχος ἡμῖν γενομένης ἀκροάσεως ὅσων τε ἡμῖν ἀσχολιῶν πλήρεις· ἀλλ’, ὅπερ ἔφην, εἰ καί τι παραλέλειπται παρ’ ἐμοῦ· καίτοι νομίζω γε μηδὲν ἐνδεῖν· πλὴν ὁ προστιθεὶς οὐκ ἐχθρός, ἀλλὰ φίλος ἔσται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi