Thesauros Edebiyat rhetoric Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ

Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ

Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ Julian Emperor of Rome 331-363
3 Ὅπερ οὖν ἔφην, ἔλεγον τοσαῦτα καὶ δὴ καὶ ἔπειθον ἡμᾶς, ὅτι τὰ μὲν ἀπατηθεὶς εἰργάσατο, τὰ δὲ βίᾳ καὶ ταραχαῖς εἴξας ἀτάκτου καὶ ταραχώδους στρατεύματος. τοσαῦτα ἡμῖν ἐπῇδον ἐν ἀγρῷ τινι τῶν ἐν Καππαδοκίᾳ κατακεκλεισμένοις, οὐδένα ἐῶντες προσελθεῖν, τὸν μὲν ἀπὸ τῆς ἐν Τράλλεσι φυγῆς ἀνακαλεσάμενοι, ἐμὲ δὲ κομιδῇ μειράκιον ἔτι τῶν διδασκαλείων ἀπαγαγόντες. πῶς ἂν ἐνταῦθα φράσαιμι περὶ τῶν ἓξ ἐνιαυτῶν, οὓς ἐν ἀλλοτρίῳ κτήματι διάγοντες, ὥσπερ οἱ παρὰ τοῖς Πέρσαις ἐν τοῖς φρουρίοις τηρούμενοι, μηδενὸς ἡμῖν προσιόντος ξένου μηδὲ τῶν πάλαι γνωρίμων ἐπιτρεπομένου τινὸς ὡς ἡμᾶς φοιτᾶν, διεζῶμεν ἀποκεκλεισμένοι παντὸς μὲν μαθήματος σπουδαίου, πάσης δὲ ἐλευθέρας ἐντεύξεως, ἐν ταῖς λαμπραῖς οἰκετείαις τρεφόμενοι καὶ τοῖς ἡμῶν αὐτῶν δούλοις ὥσπερ ἑταίροις συγγυμναζόμενοι; προσῄει γὰρ οὐδεὶς οὐδὲ ἐπετρέπετο τῶν ἡλικιωτῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi