Thesauros Edebiyat rhetoric Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ

Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ

Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ Julian Emperor of Rome 331-363
8 ἐν τούτοις οὖσαν καταλαβὼν ἐγὼ τὴν Γαλατίαν πόλιν τε ἀνέλαβον τὴν Ἀγριππίναν ἐπὶ τῷ Ῥήνῳ, πρὸ μηνῶν ἑαλωκυῖάν που δέκα, καὶ τεῖχος Ἀργέντορα πλησίον πρὸς ταῖς ὑπωρείαις αὐτοῦ τοῦ Βοσέγου, καὶ ἐμαχεσάμην οὐκ ἀκλεῶς. ἴσως καὶ εἰς ὑμᾶς ἀφίκετο ἡ τοιαύτη μάχη. ἔνθα τῶν θεῶν δόντων μοι τὸν βασιλέα τῶν πολεμίων αἰχμάλωτον, οὐκ ἐφθόνησα τοῦ κατορθώματος Κωνσταντίῳ. καίτοι εἰ μὴ θριαμβεύειν ἐξῆν, ἀποσφάττειν τὸν πολέμιον κύριος ἦν, καὶ μέντοι διὰ πάσης αὐτὸν ἄγων τῆς Κελτίδος ταῖς πόλεσιν ἐπιδεικνύειν καὶ ὥσπερ ἐντρυφᾶν τοῦ Χνοδομαρίου ταῖς συμφοραῖς. τούτων οὐδὲν ᾠήθην δεῖν πράττειν, ἀλλὰ πρὸς τὸν Κωνστάντιον αὐτὸν εὐθέως ἀπέπεμψα, τότε ἀπὸ τῶν Κουάδων καὶ Σαυροματῶν ἐπανιόντα. συνέβη τοίνυν, ἐμοῦ μὲν ἀγωνισαμένου, ἐκείνου δὲ ὁδεύσαντος μόνον καὶ φιλίως ἐντυχόντος τοῖς παροικοῦσι τὸν Ἴστρον ἔθνεσιν, οὐχ ἡμᾶς, ἀλλ’ ἐκεῖνον θριαμβεῦσαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi