Thesauros Edebiyat rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
1 Εἰ μὲν οὖν καὶ αὐτὸς εἷς ὢν ἐτύγχανον τῶν τοὺς ἐπιδεικτικοὺς ἀγαπώντων λόγους, ἐχρῆν ἐντεῦθεν ἄρχεσθαι τῆς ὑποθέσεως, τὴν ἴσην εὔνοιαν ἀπαιτήσαντα τῆς ὑπαρχούσης ἤδη σοι παρ’ ἡμῶν καὶ δεηθέντα τῶν λόγων ἀκροατὴν εὐμενῆ γενέσθαι, οὐχὶ δὲ ἀκριβῆ καὶ ἀπαραίτητον κριτὴν καταστῆναι. ἐπεὶ δὲ ἐν ἄλλοις μαθήμασι τραφέντες καὶ παιδευθέντες, καθάπερ ἐπιτηδεύμασι καὶ νόμοις, ἀλλοτρίων κατατολμᾶν ἔργων δοκοῦμεν οὐκ ὀρθῶς, μικρά μοι δοκεῖ χρῆναι καὶ περὶ τούτων δηλῶσαι, οἰκειοτέραν ἀρχὴν προθέντα τοῦ λόγου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi