127
καὶ ἄγρια καὶ χαλεπὰ ἀνάγκη πᾶσα συνέπεσθαι, ἔτι δὲ αὐτὸν πολὺ μεταλλάττειν καὶ ἀνώμαλον ἔχειν τὴν διάνοιαν, ἅτε ἀνωμάλῳ δουλεύοντα καὶ προσέχοντα πράγματι, πυκνότερον καὶ συνεχέστερον ἢ τοὺς κυνηγέτας φασὶ χαίροντα καὶ λυπούμενον· ἐκείνοις γὰρ δὴ μάλιστα τοῦτο πλεῖστον καὶ συνεχέστατον συμβαίνειν λέγουσι, φαινομένης τε καὶ ἀπολλυμένης τῆς ἄγρας·
128
ὅταν μὲν γὰρ εὐδοκιμήσεις τε καὶ ἔπαινοι συμβαίνωσιν αὐτοῖς, ἡ ψυχὴ τοῦ τοιούτου ἀνδρὸς αὔξει καί βλαστάνει καὶ θαυμαστὸν ἴσχει μέγεθος, καθάπερ Ἀθήνησί φασι τὸν ἱερὸν τῆς ἐλαίας θαλλὸν ἐν ἡμέρᾳ μιᾷ βλαστῆσαι καὶ τέλειον γενέσθαι· ταχὺ δὲ αὖ πάλιν συστέλλεται καὶ ταπεινοῦται καὶ φθίνει, ψόγου τινὸς προσπεσόντος ἢ δυσφημίας.
129
ἀπάτη δὲ καὶ τούτῳ παρέπεται τῷ δαίμονι ἁπασῶν πιθανωτάτη. οὐ γὰρ ὡς ἡ τοῦ φιλαργύρου καὶ φιληδόνου λαμπρὸν μὲν οὐδὲν λόγῳ ἐδύναντο ὑποσχέσθαι, οὐδʼ ὡς ἐπὶ σεμνὰ καὶ λαμπρὰ προήγαγον τοὺς ἀπατωμένους ὑπʼ αὐτῶν, ἀλλὰ μόνον τὸ τῶν ἀγαθῶν αὐτοῖς ὄνομα ἐπεφήμιζον καὶ προσετίθεσαν, οὕτως ἡ τοῦδε ἀπάτη, ἀλλʼ ἐπᾴδουσα καὶ γοητεύουσά φησι φιλόκαλον αὐτὸν εἶναι καὶ ὡς ἐπʼ ἀρετήν τινα ἢ εὔκλειαν ἄγει τὴν δόξαν.
130
πάλιν οὖν ἐνθάδε κινδυνεύσω τὸ δεύτερον εἰς τὸν αὐτὸν πεσεῖν μῦθον τὸν Ἰξίονος. καὶ γὰρ ἐκεῖνόν φασιν ἐπιθυμήσαντα τῶν Ἥρας μακαρίων γάμων νεφέλῃ τινὶ συγγενόμενον σκοτεινῇ καὶ ἀχλυώδει ἄχρηστα καὶ ἀλλόκοτα γεννῆσαι τέκνα, τὸ τῶν Κενταύρων γένος ποικίλον καὶ συμπεφορημένον.