44
ταῦτα οὖν ὁ θεὸς ἐπισκοπῶν καὶ πάντας ὁρῶν ὡς ἐν ἰδίῳ οἴκῳ ὅπως ἕκαστος εἱστιᾶτο, τοὺς βελτίστους ἀεὶ παῤ αὑτὸν καλεῖ, κἄν τῳ σφόδρα ἀρεσθεὶς τύχῃ, μένειν αὐτὸν κελεύει καὶ συμπότην καὶ ἑταῖρον ἐποιήσατο, καὶ τοῦ νέκταρος ἤδη οὗτος εὐωχεῖται. τοῦτο δὲ ἔοικε μὲν τῷ τῆς σωφροσύνης πώματι, διαυγέστερον δέ ἐστιν ἐκείνου πολὺ καὶ καθαρώτερον, ὡς ἂν οἶμαι θείας ὂν καὶ ἀληθοῦς εὐφροσύνησ̓. —
45
Δ. Παπαῖ, ὦ Χαρίδημε, οἷος ὢν ἡμῖν τέθνηκας, ὡς πολὺ τῶν κατὰ σαυτὸν ἀνθρώπων ὑπερέξειν ἔμελλες, οἵαν δὲ καὶ τῷ πατρὶ καὶ τοῖς πολίταις ἐπίδειξιν σαυτοῦ παρέσχου, μὰ Δἴ οὐ λόγων, ἀλλὰ μεγάλης καὶ ἀληθινῆς ἀνδρείας. ἐγὼ μὲν οὐκ ἔχω ὅπως παραμυθήσωμαι ὑμᾶς τοιούτου στερηθέντας μὴ βαρέως φέρειν. οὐδὲ γὰρ ἐμαυτὸν οἷός τέ εἰμι ἱκανῶς παραμυθήσασθαι ἐν τῷ παρόντι.
46
σὺ δέ, ὦ Τίμαρχε, μόνος δύνασαι τὸν πατέρα τοῦτον κουφίζειν καὶ θεραπεύειν αὐτοῦ τὴν ἀτυχίαν, ἐὰν μέλῃ σοι μὴ πολὺ ἐκείνου καταδεεστέρῳ φαίνεσθαι. καὶ γὰρ ἄτοπον, εἰ τὴν μὲν οὐσίαν αὐτοῦ τὴν μὲν ἤδη παρείληφας τοσαύτην οὖσαν, τὴν δὲ αὖθις λήψῃ τοῦδε ἀποθανόντος, τὴν δὲ σωφροσύνην καὶ τὸ θάρσος καὶ τὸ τῶν καλλίστων ἐρασθῆναι ἀφήσεις, ὡς κατά γε ταῦτα οὐδὲν ἐκείνῳ προσήκων.
ΚΟΜΗΣ ΕΓΚΩΜΙΟΝ.