30
καὶ παρακεῖσθαι δὴ τραπέζας πάντων μεστάς, σίτου τε καὶ ὀπώρας, τῆς μὲν αὐτομάτου, τῆς δὲ εἰργασμένης, ἔτι δὲ καὶ κρεῶν, τῶν μὲν ἡμέρων, τῶν δὲ ἀγρίων, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐκ θαλάττης. εἶναι δὲ τὰς τραπέζας ἔφη, πάνυ ἀγροίκως λέγων, τούς τε λειμῶνας καὶ πεδία καὶ νάπας καὶ ἀκτάς, ἐν οἷς τὰ μὲν φύεσθαι, τὰ δὲ νέμεσθαι, τὰ δὲ θηρᾶσθαι. ἄλλα δὲ ἄλλοις πλείονα παρεῖναι, πρὸς αἷς ἂν ἕκαστοι τραπέζαις κατακλιθῶσιν. τοὺς μὲν γὰρ πρὸς θαλάττῃ τυχεῖν, τοὺς δὲ πρὸς πεδίοις, τοὺς δὲ πρὸς ὄρεσι.
31
διακονεῖσθαι δὲ τὰς Ὥρας, οἷα δὴ νεωτάτας οὔσας τῶν θεῶν, εὖ μὲν ἀμπεχομένας, καλὰς δὲ ἰδεῖν, οὔτι που χρυσῷ κεκοσμημένας, ἀλλὰ παντοίων ἀνθῶν στεφάνοις. διανέμειν δὲ καὶ τῶν ἀνθῶν αὐτῶν, καὶ τἄλλα ἐπιμελεῖσθαι τῆς ἑστιάσεως, τὰ μὲν παρατιθείσας, τὰ δὲ αἰρούσας κατὰ καιρόν. γίγνεσθαι δὲ καὶ χοροὺς καὶ τὴν ἄλλην εὐπάθειαν ἅπασαν.
32
τὸν μέντοι πόνον τοῦτον, ὃν ἔχειν δοκοῦμεν ἐν γεωργίαις τε καὶ θήραις καὶ φυτείαις, εἶναι τοσοῦτον ὅσον τοῖς κατακειμένοις τὸ ἐπορέξασθαί τινος καὶ τῇ χειρὶ λαβεῖν. ὃ δὲ ἔφην, ἄλλον ἀλλαχῇ κατακεῖσθαι, τούτου καὶ ἡ κρᾶσις τῶν ἀέρων αἰτία. τοὺς γὰρ πρώτους καὶ τοὺς ὑστάτους μᾶλλον τῶν ἄλλων εἶναι τοὺς μὲν ἐν ψύχει, τοὺς δὲ ἐν ἀλέᾳ, τοὺς μὲν ἐγγὺς τοὺ φωτὸς ὄντας, τοὺς δὲ πόρρω.