82
πολλαὶ μέν, ὦ παῖ Φιλίππου, περὶ πάντα κακίαι τε καὶ διαφθοραὶ τῶν ἀθλίων ἀνθρώπων, καὶ τοσαῦται σχεδὸν ὅσας οὐ δυνατὸν διελθεῖν. τῷ ὄντι γὰρ κατὰ τὸν ποιητὴν οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος οὐδὲ πάθος οὐδὲ συμφορὰν θεήλατον, ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις.
83
τριῶν δὲ ἐπικρατούντων, ὡς ἔπος εἰπεῖν, βίων, εἰς οὓς μάλιστα ἐμπίπτουσιν οἱ πολλοί, μὰ Δίʼ οὐ μετὰ λογισμοῦ σκεψάμενοι καὶ δοκιμάσαντες, ἀλόγῳ δὲ ὁρμῇ καὶ τύχῃ προσενεχθέντες, τοσούτους φατέον εἶναι καὶ δαίμονας, οἷς συνέπονται καὶ λατρεύουσιν ὁ πολὺς καὶ ἀμαθὴς ὅμιλος, ἄλλοι ἄλλῳ, καθάπερ ἡγεμόνι πονηρῷ καὶ μαινομένῳ πονηρὸς καὶ ἀσελγὴς θίασος.
84
ἔστι δὲ τούτων ὧν ἔφην βίων ὁ μὲν ἡδυπαθὴς καὶ τρυφερὸς περὶ τὰς τοῦ σώματος ἡδονάς, ὁ δʼ αὖ φιλοχρήματος καὶ φιλόπλουτος, ὁ δὲ τρίτος ἀμφοτέρων ἐπιφανέστερός τε καὶ μᾶλλον τεταραγμένος, ὁ φιλότιμος καὶ φιλόδοξος, ἐκδηλοτέραν καὶ σφοδροτέραν ἐπιδεικνύμενος τὴν ταραχὴν καὶ τὴν μανίαν, ἐξαπατῶν αὑτόν, ὡς καλοῦ δή τινος ἐραστήν.
85
φέρε οὖν καθάπερ οἱ κομψοὶ τῶν δημιουργῶν ἐπὶ πάντα ἔμβραχυ φέρουσι τὴν αὑτῶν ἐπίνοιαν καὶ τέχνην, οὐ μόνον τὰς τῶν θεῶν ἀπομιμούμενοι φύσεις ἀνθρωπίνοις εἴδεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον, ποταμούς τε ἐνίοτε γράφοντες ἀνδράσιν ὁμοίους καὶ κρήνας ἔν τισι γυναικείοις εἴδεσι, νήσους τε καὶ πόλεις καὶ τὰ ἄλλα μικροῦ δεῖν ξύμπαντα, ὁποῖον καὶ Ὅμηρος ἐτόλμησεν ἐπιδεῖξαι Σκάμανδρον φθεγγόμενον ὑπὸ τῇ δίνῃ,