21
συνηρτῆσθαι δὲ αὐτὴν ἅπασαν ἐξ ἡδονῆς τε καὶ λύπης, καὶ ταῦτα ἐξ ἀλλήλων πεπλέχθαι, τό τε ἡδὺ καὶ λυπηρόν, καὶ τῷ ἑτέρῳ τὸ ἕτερον ἐξ ἀνάγκης ἀεὶ ἀκολουθεῖν, ὥσπερ οἶμαι τοὺς κρίκους τῆς ἁλύσεως· ἕπεσθαι δὲ ταῖς μὲν μεγάλαις ἡδοναῖς μεγάλας λύπας, ταῖς δὲ σμικραῖς σμικροτέρας, καὶ τήν γε μεγίστην ἡδονὴν ἐπὶ τέλους εἶναι τὸν θάνατον. διὰ τοῦτο καὶ λύπην πρὸ αὐτοῦ συμβαίνειν μεγίστην· δῆλον γὰρ ὡς οὐκ ἔστιν ἀνθρώπῳ μείζων ταύτης τῆς λύπης καὶ ὀδύνης τῆς ἀγούσης ἐπὶ τὸν θάνατον.
22
ἔλεγε δὲ καὶ κατ’ ἄνδρα ἕτερα εἶναι δεσμά, τοῖς μὲν ἐλάττω, τοῖς δὲ μείζω περικείμενα ὥσπερ πέδας· καλεῖσθαι δὲ ὑφ’ ἡμῶν αὐτὰς ἐλπίδας. ὥσπερ οὖν τὰς πέδας κατωτάτω τοῦ σώματος εἶναι καὶ περὶ τοῖς ἐσχάτοις μέρεσιν, οὕτω καὶ τὰς ἐλπίδας κατωτάτω εἶναι καὶ περὶ τὸ τελευταῖον μέρος τοῦ βίου, καὶ μάλιστα δὴ κρατεῖν τοὺς ἀνθρώπους καὶ ἀναγκάζειν πάντα πάσχοντας ὑπομένειν. τοῖς μὲν οὖν ἀνοήτοις τε καὶ ἠλιθίοις ὑπερόγκους τε εἶναι τὰς πέδας ταύτας καὶ σφόδρα παχείας, τοῖς δὲ κομψοτέροις κεχαλάσθαι τε καὶ λεπτὰς περικεῖσθαι.