12
ἐκπλήττεσθαι γὰρ ἑκάστοτε ὑπ’ αὐτῶν καὶ φοβεῖσθαι τοὺς ἀνθρώπους, ὁπότε συμβαίνοι. πρὸς δὲ τούτοις οὐκ ἀνεχομένους τοῦ ἀέρος τὴν φαυλότητα καὶ τὰς μεταβολὰς ἕτερα αὖ μηχανᾶσθαι μικρὰ δεσμωτήρια, τάς τε οἰκίας καὶ πόλεις, ξύλα καὶ λίθους ξυντιθέντας, ὥσπερ εἴ τις ἐν μεγάλῃ εἱρκτῇ ἑτέρας βραχυτέρας ἐνοικοδομοῖ· καὶ τὰ φυόμενα ταῦτα καὶ τὸν καρπὸν τὸν ἐκ γῆς ἕνεκα τοῦ παραμένειν ἡμᾶς γίγνεσθαι, καθάπερ δεσμώταις τροφὴν διδομένην ἀηδῆ τε καὶ φαύλην· ἡμᾶς δὲ ἄλλως ἀγαπᾶν διὰ τὴν ἀνάγκην τε καὶ ἀπορίαν.
13
καὶ γὰρ τοῖς ὑφ’ ἡμῶν κολαζομένοις, ἅττ’ ἂν παράσχῃ τις, ὑπὸ λιμοῦ καὶ συνηθείας ἡδέα φαίνεσθαι. καὶ ταῦτα τὰ σιτία τῇ μὲν ἀληθείᾳ πονηρὰ εἶναι καὶ διεφθορότα ʽδηλοῦσθαι δὲ τὴν διαφθορὰν ἐκ τῆς τῶν σωμάτων ἀσθενείασ̓, ἔτι δὲ μηδὲ ἐξ ἑτοίμου πορίζεσθαι μηδὲ πᾶσιν ἄφθονα ὑπάρχειν, ἀλλὰ μετὰ ἀμηχάνων πόνων καὶ κακῶν. ξυγκεῖσθαι δὲ ἡμᾶς ἐξ > αὐτῶν δὴ τῶν βασανιζόντων, ψυχῆς τε καὶ σώματος.
14
τὴν μὲν γὰρ ἐπιθυμίας τε καὶ λύπας καὶ ὀργὰς καὶ φόβους καὶ φροντίδας καὶ μυρία πάθη τοιαῦτα ἔχειν ἐν ἑαυτῇ, καὶ δι’ ἡμέρας καὶ νυκτὸς ὑπὸ τούτων ἀεὶ κατατείνεσθαι καὶ στρεβλοῦσθαι ʽκαὶ γὰρ ὅστις ἐπιεικέστερον διάκειται, καθόλου μὲν ἀπήλλακται τούτων οὐδενός, ὥσπερ δὲ θηρία ἔνδον κατακεκλεισμένα ἔχει, μετὰ βίας ὁμοῦ καὶ πειθοῦς τινος ἠναγκασμένα ἠρεμεῖν· εἰ δὲ καὶ σμικρὸν παύσαιτο