10
μηδὲ εἴ τις ἐπὶ τὸν δυσχερέστατον ἔλθοι τῶν λόγων ʽλέξω δὲ αὐτὸν ὑμῖν οὔτι που τερπνὸν ὄντα οὐδὲ χαρίεντα· οὐ γὰρ οἶμαι πρὸς χάριν τὴν ἡμετέραν γέγονεν· ἔχοντα δέ τι θαυμαστὸν ἴσωσ̓ ὅτι τοῦ τῶν Τιτάνων αἵματός ἐσμεν ἡμεῖς ἅπαντες οἱ ἄνθρωποι. ὡς οὖν ἐκείνων ἐχθρῶν ὄντων τοῖς θεοῖς καὶ πολεμησάντων οὐδὲ ἡμεῖς φίλοι ἐσμέν, ἀλλὰ κολαζόμεθά τε ὑπ’ αὐτῶν καὶ ἐπὶ τιμωρίᾳ γεγόναμεν, ἐν φρουρᾷ δὴ ὄντες ἐν τῷ βίῳ τοσοῦτον χρόνον ὅσον ἕκαστοι ζῶμεν. τοὺς δὲ ἀποθνῄσκοντας ἡμῶν κεκολασμένους ἤδη ἱκανῶς λύεσθαί τε καὶ ἀπαλλάττεσθαι.
11
εἶναι δὲ τὸν μὲν τόπον τοῦτον, ὃν κόσμον ὀνομάζομεν, δεσμωτήριον ὑπὸ τῶν θεῶν κατεσκευασμένον χαλεπόν τε καὶ δυσάερον, οὐδέποτε τὴν αὐτὴν κρᾶσίν τε καὶ στάσιν τοῦ ἀέρος φυλάττον, ἀλλὰ ποτὲ μὲν ψυχρόν τε καὶ παγερόν, ἀνέμου τε καὶ πηλοῦ καὶ χιόνος καὶ ὕδατος ἐμπεπλησμένον, ποτὲ δὲ αὖ θερμόν τε καὶ πνιγηρόν· μικρὸν δὲ τινα παντελῶς καιρὸν τοῦ ἔτους μετρίως ἔχειν· κατασκήπτειν δὲ καὶ πρηστῆρας ἐν αὐτῷ καὶ τυφῶνας ἐγγίγνεσθαι καὶ πολλάκις σείεσθαι κάτωθεν ὅλον. ταῦτα δὲ πάντα εἶναι κολάσεις δεινάς.