78
καὶ γὰρ δὴ ᾐσθάνετο αὐτὸν νῦν μὲν ἡδόμενον, νῦν δὲ λυπούμενον ἐν τῷ αὐτῷ καὶ τὴν ψυχὴν αὐτοῦ ἄκριτον οὖσαν, ὥσπερ τὸν ἀέρα ἐν ταῖς τροπαῖς, ὅταν ἐκ τοῦ αὐτοῦ νέφουσὕῃ τε καὶ λάμπῃ ὁ ἥλιος. συνίει δὲ ὅτι καὶ τοῦ τρόπου κατεφρόνει, ἐν ᾧ διελέγετο πρὸς αὐτόν, ἅτε οὐδέποτε ἀκηκοὼς δεινοῦ λέγειν ἀνδρός, ἀλλὰ τοὺς τῶν σοφιστῶν θαυμάζων λόγους, ὡς ὑψηλούς τε καὶ μεγαλοπρεπεῖς.
79
βουλόμενος οὖν χαρίσασθαι αὐτῷ, ἅμα τε ἐπιδεῖξαι ὅτι οὐκ ἀδύνατός ἐστιν ὥσπερ ἵππον εὐμαθῆκαὶ πειθόμενον, ὅταν αὐτῷ δοκῇ, τὸν λόγον ἐπᾶραι, λέγει πρὸς αὐτὸν οὕτως περὶ δαιμόνων, ὅτι οὐκ εἰσὶν ἔξωθεν τῶν ἀνθρώπων οἱ πονηροὶ καὶ ἀγαθοὶ δαίμονες, οἱ τὰς συμφορὰς καὶ τὰς εὐτυχίας φέροντες αὐτοῖς,
80
ὁ δὲ ἴδιος ἑκάστου νοῦς, οὗτός ἐστι δαίμων τοῦ ἔχοντος ἀνδρός, ἀγαθὸς μὲν ὁ τοῦ φρονίμου καὶ ἀγαθοῦ δαίμων, πονηρὸς δὲ ὁ τοῦ πονηροῦ, ὡσαύτως δὲ ἐλεύθερος μὲν ὁ τοῦ ἐλευθέρου, δοῦλος δὲ ὁ τοῦ δούλου, καὶ βασιλικὸς μὲν ὁ τοῦ βασιλικοῦ καὶ μεγαλόφρονος, ταπεινὸς δὲ ὁ τοῦ ταπεινοῦ καὶ ἀγεννοῦς.
81
ἵνα δέ, ἔφη, μὴ καθʼ ἓν ἕκαστον ἐπιὼν πολύ τι πλῆθος ἐπάγωμαι λόγων, ἐρῶ τοὺς κοινοτάτους καὶ φανερωτάτους δαίμονας, ὑφʼ ὧν ἅπαντες, ὡς εἰπεῖν, ἐλαύνονται τύραννοι καὶ ἰδιῶται καὶ πλούσιοι καὶ πένητες καὶ ὅλα ἔθνη καὶ πόλεις. ἐνταῦθα δὴ πάντα ἀνεὶς κάλων μάλα ὑψηλῶς καὶ ἀδεῶς τὸν ἑξῆς διεπέραινε λόγον.