20
ἔτι δὲ τῶν παλαιῶν τοὺς ἐξοχωτάτους ἀκούομεν οὐδένα αὐτῶν ἐπὶ πολὺ ἐλθόντα τοῦ βίου, Πάτροκλόν τε καὶ Ἀντίλοχον, ἔτι δὲ Σαρπηδόνα καὶ Μέμνονα καὶ Ἀχιλλέα καὶ Ἱππόλυτον· τούς τε Βοιωτοὺς Ὦτον καὶ Ἐφιάλτην, οὓς μεγίστους καὶ καλλίστους γενέσθαι φησὶν Ὅμηρος μετὰ Ὠρίωνα, αὐτόν τε ἐκεῖνον. ἀλλ’ οἵδε μὲν δι’ ἀφροσύνην ἀπώλοντο· τοὺς δὲ ἄλλους, οὓς εἷπον, θεῶν παῖδας καὶ ἀπογόνους εἶπον. οὐκ ἂν οὖν οἱ θεοὶ τοῖς ἑαυτῶν παισὶ καὶ οὓς μάλιστα ἐφίλουν ταχεῖαν ἐποίησαν τὴν τελευτήν, εἰ μὴ ἀγαθὸν τοῖς ἀνθρώποις τοῦτο ἐτίθεντο.
21
ταῦτα οὖν, ὦ ἄνδρες, λογιζομένους ὑμᾶς ἐκεῖνόν τε ὡς μακάριον νομίζειν χρὴ καὶ αὐτοὺς μηδὲν ἧττον διὰ τοῦτο ἐφίεσθαι τῶν πόνων καὶ τῆς φιλοτιμίας ὡς, εἴ τινι συμπέσοι τελευτῆσαι ταχύτερον, ἀνόνητος ἐσόμενος τῶν ἀγαθῶν τινος· ὁ γὰρ εὐκλεοῦς δόξης τυχὼν μεστὸς ἄπεισι τῶν ἀγαθῶν· ἀλλὰ καὶ γυμνάζεσθε προθύμως καὶ πονεῖτε, οἱ μὲν νεώτεροι νομίζοντες αὑτοῖς ἀπολελεῖφθαι τὴν ἐκείνου χώραν, οἱ δὲ πρεσβύτεροι τῶν ἰδίων ἔργων ἀξίως. καὶ φρονεῖτε δὲ ἐπ’ αὐτοῖς ὅσον χρὴ ἄνδρας πρὸς ἔπαινον καὶ δόξαν ἀγαθὴν βιοῦντας καὶ τῆς ἀρετῆς ὄντας ἀσκητάς.
22
τὸν δὲ ἀποιχόμενον μνήμῃ τιμᾶτε, μὴ δάκρυσιν· οὐ γὰρ πρέποι ἂν ἥδε ἡ τιμὴ γενναίοις ὑπὸ γενναίων, οὐδ’ ἂν Ὅμηρον ἐπαινέσαιμι, ὅτι φησὶ δεύεσθαι τάς τε ψαμάθους καὶ τὰ ὅπλα τοῖς δάκρυσι τῶν Ἀχαιῶν. ἀλλὰ ἐκεῖνος μὲν ποιητικῇ μᾶλλον ἠκολούθησεν ἡδονῇ, θρήνων ὑπερβολὰς ἐπιδειξάμενος, ὑμεῖς δὲ ἐγκρατῶς φέρετε.
(79)ΜΕΛΑΓΚΟΜΑΣ Β ΤΗΙ ΤΑΞΕΙ Α.