17
καίτοι αὐτῷ τούτῳ παραγενέσθαι χαλεπωτάτω ἐστὸν ἀνδρεία καὶ σωφροσύνη· κάλλος γὰρ ἀνθρώπους μάλιστα δὴ χαυνοῖ καὶ ἀναπείθει τρυφᾶν, ὡς ἂν δόξης μὲν ἑτέρας οὐ δεομένους, ὅταν τις περιβόητος ᾖ τὸ εἶδος, ἡδίονος δ’ οὔσης τῆς ῥᾳθυμίας. εὕροι δ’ ἄν τις ἐξ ἀρχῆς ἀναλογιζόμενος τοὺς καλλίστους τῶν πρότερον τοὺς δὴ πολλοὺς αὐτῶν οὐδὲν ἀνδρείας οὐδὲ ἀρετῆς ἔργον ἀποδειξαμένους, ἀλλὰ Γανυμήδης μὲν διὰ τὸ παῖς μὲν ἀφανισθῆναι ἐξ ἀνθρώπων οὐδὲν δοκεῖ πρᾶξαι λαμπρόν·
18
περὶ δὲ Ἀδώνιδος ἢ Ἰασίωνος ἢ τῶν ὁμοίων, ὅσοι περιττῆς δόξης ἐπὶ τῷ εἴδει ἔτυχον, οὐδὲν ὅτι μὴ περὶ τοῦ κάλλους ἀκούομεν. μόνους δὲ ἂν εἴποι τις ἀνδρείους τῶν ἄγαν καλῶν Θησέα καὶ Ἀχιλλέα, καὶ τούτοις οὐ πάνυ ἡ σωφροσύνη ὑπῆρξεν. οὐ γὰρ ἂν αὐτῶν ὁ μὲν Ἑλένην πρὸς βίαν ἥρπασεν, ὁ δ᾽ ἐστασίαζεν ἐπὶ Τροίας ὧν ἕνεκεν ἐστασίαζεν. Ἱππολύτῳ δὲ σωφροσύνη μὲν ὑπῆρξεν, ἀνδρεία δὲ ἄδηλον εἰ παρῆν· οὐ γὰρ ἀληθὲς τεκμήριον κυνηγεσία.
19
ἀλλ’ ὃς δὴ πάντα τὰ ἐν ἀνθρώποις ἀγαθὰ ἐκτήσατο, ἄξιος ἂν εἴη καὶ τῆς τελευτῆς εὐδαιμονίζεσθαι. εἰ μὲν γὰρ ὁ πλεῖστος ἀνθρώποις χρόνος ἄριστος ἦν, ταύτῃ ἄν τις αὐτὸν ὠλοφύρατο· νῦν δέ, ὀλίγου τοῦ παντὸς ἀνθρώποις βίου δεδομένου, πλείστους ἂν εὕροι τις, οἷς πολὺ ἄμεινον εἶχεν, εἰ θᾶττον ἐτελεύτησαν· τοσαῦται συμφοραὶ καταλαμβάνουσιν.