68
τίνος οὖν ἡγῇ τοῦτο εἶναι σύμβολον καὶ διὰ τί γίγνεσθαι παρὰ τοῖς Πέρσαις; οὐχ ὅτι πολλάκις ἀνόητοι ἄνθρωποι καὶ πονηροὶ τῆς ἐξουσίας ταύτης καὶ τοῦ ὀνόματος τυγχάνουσιν, ἔπειτα χρόνον τινὰ ὑβρίσαντες αἴσχιστα καὶ τάχιστα ἀπόλλυνται;
69
οὐκοῦν τότε, ἐπειδὰν ἄρωσι τὸν ἄνθρωπον ἐκ τῶν δεσμῶν, εἰκός ἐστι τὸν μὲν ἀνόητον καὶ ἄπειρον τοῦ πράγματος χαίρειν καὶ μακαρίζειν ἑαυτὸν ἐπὶ τοῖς γιγνομένοις, τὸν δὲ εἰδότα ὀδύρεσθαι καὶ μὴ ἐθέλειν ἑκόντα συνακολουθεῖν, ἀλλὰ μᾶλλον, ὥσπερ εἶχε, μένειν ἐν ταῖς πέδαις.
70
μὴ οὖν πρότερον, ὦ μάταιε, βασιλεύειν ἐπιχείρει πρὶν ἢ φρονῆσαι. τέως δέ, ἔφη, κρεῖττον μηδὲν προστάττειν, ἀλλὰ μόνον αὐτὸν ζῆν διφθέραν ἔχοντα. σύ, ἔφη, κελεύεις ἐμὲ διφθέραν λαβεῖν τὸν ἀφʼ Ἡρακλέους γεγονότα καὶ τῶν Ἑλλήνων ἡγεμόνα καὶ Μακεδόνων βασιλέα; πάνυ γε, εἶπεν, ὥσπερ ὁ πρόγονός σου.
71
ποῖος, ἔφη, πρόγονος; Ἀρχέλαος. ἢ οὐκ αἰπόλος ἦν ὁ Ἀρχέλαος οὐδὲ ἦλθεν εἰς Μακεδονίαν αἶγας ἐλαύνων; πότερον οὖν αὐτὸν ἐν πορφύρᾳ μᾶλλον ἢ ἐν διφθέρᾳ οἴει τοῦτο ποιεῖν; καὶ ὁ Ἀλέξανδρος ἀνείθη τε καὶ ἐγέλασε καὶ ἔφη, Τὰ περὶ τὸν χρησμόν, ὦ Διόγενες, λέγεις.
72
ὁ δὲ στρυφνῷ τῷ προσώπῳ, Ποῖον, εἶπε, χρησμόν; οὐκ οἶδα ἔγωγε, πλὴν ὅτι αἰπόλος ἦν ὁ Ἀρχέλαος. ἀλλʼ ἂν ἀπαλλαγῇς τοῦ τύφου καὶ τῶν νῦν πραγμάτων, ἔσῃ βασιλεύς, οὐ λόγῳ τυχόν, ἀλλʼ ἔργῳ· καὶ κρατήσεις οὐ μόνον τῶν ἀνδρῶν ἁπάντων, ἀλλὰ καὶ τῶν γυναικῶν, ὥσπερ ὁ Ἡρακλῆς, ὅν σου φῂς πρόγονον εἶναι.