6
οὕτω δὲ καὶ Νουμᾶν μὲν Ῥωμαῖοι τυχὸν ἂν λέγοιεν αὑτῶν δαίμονα, Καρχηδόνιοι δὲ Ἄννωνα καὶ Ἀννίβαν, Μακεδόνες δὲ Ἀλέξανδρον ἢ Φίλιππον, ὃς Μακεδόνας ταπεινοὺς ὄντας καὶ ἀσθενεῖς, καὶ τοῦ πατρὸς αὐτοῦ παραχωρήσαντος Ὀλυνθίοις τῆς ἀρχῆς, ἰσχυροὺς ἐποίησε καὶ πολεμικοὺς καὶ μικροῦ δεῖν ἁπάσης Εὐρώπης ἐγκρατεῖς. Ἀλέξανδρος δὲ ὕστερον μετ̓ ἐκεῖνον εἰς τὴν Ἀσίαν ἐξαγαγὼν ἅμα μὲν πλουσιωτάτους ἁπάντων ἀνθρώπων ἀπέδειξεν, ἅμα δὲ πενιχροτάτους, καὶ ἅμα μὲν ἰσχυρούς, ἅμα δὲ ἀσθενεῖς, φυγάδας τε καὶ βασιλέας τοὺς αὐτούς, Αἴγυπτον μὲν καὶ Βαβυλῶνα καὶ Σοῦσα καὶ Ἐκβάτανα προσθείς, Αἰγὰς δὲ καὶ Πέλλαν καὶ Δῖον ἀφελόμενος.
7
Καρχηδονίους δὲ Ἄννων μὲν ἀντὶ Τυρίων ἐποίησε Λίβυας, καὶ Λιβύην κατοικεῖν ἀντὶ Φοινίκης, καὶ χρήματα πολλὰ κεκτῆσθαι καὶ συχνὰ ἐμπόρια καὶ λιμένας καὶ τριήρεις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ θαλάττης ἄρχειν. Ἀννίβας δὲ πρὸς τῇ Λιβύῃ καὶ τῆς Ἰταλίας αὐτῆς κρατῆσαι παρέσχεν ἑπτακαίδεκα ἔτη. αὖθις δὲ αἴτιος ἐγένετο ἀναστάτους γενέσθαι καὶ τὴν πόλιν αὐτὴν μεταβαλεῖν ὑπὸ Ῥωμαίων, πολλοὺς πρότερον τῶν Ῥωμαίων ἀπολέσας, καὶ μικρὸν ἀποσχὼν αὐτὴν ἑλεῖν τὴν Ῥώμην, οὐ βουληθεὶς δέ, ὥς φασι, διὰ τοὺς οἴκοι ἀντιστασιώτας. καὶ τοῦτον ἴσως οὔτε Καρχηδονίοις οὔτε Ῥωμαίοις ἀγαθὸν δαίμονα προσήκει αὑτῶν καλέσαι.