1
Οἱ πολλοὶ ἄνθρωποι καθόλου μὲν οὐδὲν πεφροντίκασιν ὁποίους χρὴ εἶναι οὐδὲ ὅ,τι βέλτιστον ἀνθρώπῳ ἐστίν, οὗ ἕνεκα χρὴ πάντα τἄλλα πράττειν, ἰδίᾳ δὲ ἐσπουδάκασιν οἱ μὲν ἱππεύειν, οἱ δὲ στρατηγεῖν, οἱ δὲ περὶ ἀγωνίαν, οἱ δὲ περὶ μουσικήν, ἄλλοι περὶ γεωργίαν, ἄλλοι δύνασθαι λέγειν. ἥντινα δὲ χρείαν αὐτοῖς ἔχει τούτων ἕκαστον ἢ τί τὸ ὄφελος ἐξ αὐτοῦ γίγνοιτ’ ἂν οὐκ ἴσασιν οὐδὲ ζητοῦσιν.
2
τοιγαροῦν ἱππεῖς μὲν ἀγαθοὶ γίγνονται τινές, οἳ ἂν φιλοπονῶσιν αὐτὸ καὶ ἐκμελετῶσι, καὶ παλαῖσαι ἄλλοι ἄλλων ἱκανώτεροι καὶ πυκτεῦσαι καὶ δραμεῖν καὶ τἄλλα ἀγωνίσασθαι, καὶ τοῦ σπόρου μὴ διαμαρτεῖν, καὶ πλέοντες μὴ διαφθεῖραι τὴν ναῦν, καὶ τὰ κατὰ μουσικήν τινες ἐπίστανται βέλτιον ἑτέρων· ἀγαθὸν δὲ ἄνδρα καὶ φρόνιμον, καὶ αὐτὸ τοῦτο εἰδότα ὅστις ἐστὶν ὁ χρηστὸς ἀνὴρ καὶ νοῦν ἔχων, οὐδένα τούτων ἔστιν εὑρεῖν.
3
αὐτίκα περὶ τὸ λέγειν πάντες ἐσπουδάκασι πολλοὶ τῶν ἐλευθέρων καὶ φιλοτίμων εἶναι δοκούντων, οἱ μὲν ὥστε ἐν δικαστηρίοις ἀγωνίζεσθαι καὶ πρὸς δῆμον λέγοντες, διὰ δὲ τοῦτο ἰσχύειν πλέον τῶν ἄλλων καὶ πράττειν ὅ,τι ἂν αὐτοὶ θέλωσιν, οἱ δὲ τῆς δόξης ἕνεκα τῆς ἀπὸ τοῦ πράγματος, ὅπως δεινοὶ νομίζωνται. τινὲς δὲ αὐτῆς φασι τῆς ἐμπειρίας ἐπιθυμεῖς ἐπιθυμεῖν, καὶ τούτων οἱ μὲν λέγοντες, οἱ δὲ συγγράφοντες μόνον, οὓς ἔφη τις τῶν πρότερον μεθόρια εἶναι τῶν φιλοσόφων καὶ τῶν πολιτικῶν· ὅ,τι δὲ συμφέρει πράττουσιν ἢ πρὸς ὅ,τι ἡ δόξα αὐτοῖς ὠφέλιμος ἢ τί τῆς ἐμπειρίας ταύτης ὄφελος οὐ σκοποῦσιν.