2
Ἔμοιγε. — Δ. Έτερος δὲ ποιητὴς οὐκ ἰδίᾳ οὕτως, ἀλλὰ κοινῇ πρὸς θέατρον ἀγωνιζόμενος εἰσηγεῖται, τὸν φύντα θρηνεῖν εἰς ὅσ̓ ἔρχεται κακά, τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας καὶ συνηδομένους οἴεται δεῖν ἐκπέμπειν. — Ἔστι ταῦτα. — Δ. Οὔκουν ὀρθῶς παρῄνεσεν. εἰ γὰρ ἅπαξ δεῖ κλαίειν τοὺς ἀνθρώπους διὰ τὴν ἀτυχίαν, καὶ γενομένους προσήκει θρηνεῖν τῶν ἐσομένων αὐτοῖς κακῶν ἕνεκεν, καὶ τελευτήσαντας, ὅτι πολλὰ καὶ δεινὰ πεπόνθασι, καὶ ζῶντας, ὅτι εἰσὶν ἐν κακοῖς.
3
ὥστε ὥρα ἂν εἴη κατὰ τὸν ποιητὴν μηδέποτε παύσασθαι ὀδυρομένους πολὺ μᾶλλον τῶν ἀηδόνων. ἐκεῖναι μὲν γὰρ τοῦ ἦρος λέγονται θρηνεῖν τὸν Ἴτυν· τοὺς δὲ ἀνθρώπους εἰκὸς ἦν θρηνεῖν καὶ θέρους καὶ χειμῶνος. πόσῳ δὲ βέλτιον τοὺς γενομένους ἐᾶν εὐθὺς ἀπολέσθαι ὑπὸ τῶν κακῶν, ἀλλὰ μὴ σπαργάνοις ἐνειλοῦντας καὶ λούοντας καὶ τιθηνουμένους τοσαύτην ἐπιμέλειαν ποιεῖσθαι ὅπως ἄθλιοι ἔσονται· ἐχθρῶν γάρ, οὐ φίλων οὐδὲ κηδομένων τὸ τοιοῦτο· καὶ νὴ Δία αὑτοὺς πρώτους ἀπαλλάττειν τοῦ βίου;
4
κινδυνεύουσι γὰρ κατὰ τὸν λόγον τοῦτον μόνοι φρόνιμοι γενέσθαι οἱ γενόμενοι ἐν Κόλχοις ἐκ τῶν τοῦ δράκοντος ὀδόντων, οὓς ἔσπειρεν Ἰάσων. οὗτοι γάρ, ὅτε πρῶτον ᾔσθοντο γεγονότες, εὐθὺς ἀλλήλους ἀνῄρουν, ἕως οὐδένα ἔλιπον, βοηθοῦντες ἀλλήλοις δῆλον ὅτι καὶ διὰ φιλίαν τοῦτο πράττοντες, οὐ δι’ ἔχθραν. —