3
τὸ δὲ δὴ κεφάλαιον, καὶ πολλάκις πολλοῖς παρέπιπτε, περί τε εἰρήνης καὶ πολέμου, ὃ νῦν τυγχάνει ζητούμενον. πᾶν δὲ τὸ τοιοῦτον γένος παρὰ τοῖς φιλοσόφοις καλεῖται περὶ τοῦ προσήκοντος, οἷον εἰ γαμητέον, εἰ πολιτευτέον, εἰ βασιλείᾳ χρηστέον ἢ δημοκρατίᾳ ἢ ἄλλῃ τινὶ καταστάσει πολιτείας· ἐν οἷς ἐστι καὶ τοῦτο, ἐμοὶ δοκεῖν, εἰ πολεμητέον. οὐ γὰρ μόνον ἁπλῶς οἱ φιλόσοφοι ζητοῦσι περὶ τούτων, ἀλλὰ πηνίκα καὶ πρὸς τίνας καὶ τίνος συμβάντος ἢ μὴ συμβάντος ἕκαστα τούτων πρακτέον. διαφέρει δὲ τοσοῦτον, ὅτι οἵ γε ῥήτορες ἐπὶ τῶνδε ἢ τῶνδε σκοποῦσιν, οἷον εἰ συμφέρει πολεμεῖν Ἀθηναίοις πρὸς Πελοποννησίους ἢ βοηθεῖν Κερκυραίοις πρὸς Κορινθίους ἢ Φιλίππῳ συμμαχῆσαι Θηβαίοις ἐπὶ Φωκέας ἢ Ἀλεξάνδρῳ διαβῆναι εἰς τὴν Ἀσίαν.
4
ἐν γὰρ ταύταις ἁπάσαις ταῖς βουλαῖς οὐχ ἥκιστα ἐμπίπτει καὶ τὸ τοιοῦτον, εἰ δίκαιον τοῖς μὴ προαδικήσασι πολεμεῖν· εἰ συμβέβηκεν ἀδίκημα παρὰ τούτων οἷς διανοοῦνται πολεμεῖν, πηλίκον τι τοῦτο τὸ συμβεβηκός. οἱ φιλόσοφοι δὲ πόρρωθεν τὰ πράγματα ὁρῶσιν, ἐπ’ αὐτῶν ἐξετάζοντες ὁποἶ ἄττα ἐστίν. πολὺ γὰρ κρεῖττον τὸ βεβουλεῦσθαι περὶ ἁπάντων ἐκ πλείονος καὶ διεγνωκότας ἐπειδὰν ἥκῃ τινὸς πράγματος καιρός, αὐτούς τε εἰδότας ἔχειν χρῆσθαι καὶ ἑτέροις παραινεῖν, ἀλλὰ μὴ τρόπον τινὰ ἐξαίφνης ληφθέντας ταράττεσθαι καὶ αὐτοσχεδιάζειν περὶ ὧν οὐκ ἴσασιν.