2
Ἀριστείδην μὲν γὰρ καὶ Λυκοῦργον καὶ Σόλωνα καὶ Ἐπαμεινώνδαν, καὶ εἴ τις ἕτερος τοιοῦτος, φιλοσόφους ἐν πολιτείᾳ θετέον ἢ ῥήτορας κατὰ τὴν γενναίαν τε καὶ ἀληθῆ ῥητορικήν — λέγω δὲ οἷον περί τε ἀγωγῆς τῶν νέων συμβουλεύοντες καὶ νομοθετοῦντες, ὥσπερ ἐν Λακεδαίμονι Λυκοῦργος, καὶ περὶ τῆς ἐρωτικῆς ὁμιλίας καὶ περὶ χρημάτων κτήσεως, ὅσην τε καὶ ὅπως δεῖ ποιεῖσθαι, καὶ περὶ γάμου καὶ περὶ κοινωνίας καὶ περὶ νομίσματος καὶ περὶ τιμῆς καὶ ἀτιμίας καὶ περὶ οἴκων κατασκευῆς, καὶ πότερα χρὴ τετειχισμένην οἰκεῖν πόλιν ἢ καθάπερ ὁ θεὸς παρῄνεσε Λακεδαιμονίοις, ἀτείχιστον, καὶ περὶ ἀσκήσεως τῶν πολεμικῶν καὶ τάξεως οὐ μόνον ὁπλιτικῆς, ἀλλὰ καὶ οἵαν Ἐπαμεινώνδας εὑρεῖν λέγεται, τοὺς ἐραστὰς μετὰ τῶν ἐρωμένων τάξας, ἵνα σῴζοιντο μᾶλλον καὶ μάρτυρες ὦσιν ἀλλήλοις τῆς ἀρετῆς καὶ τῆς κακίας· καὶ τὸν λόχον τοῦτον ἱερὸν ἐπονομασθέντα κρατῆσαι Λακεδαιμονίων τῇ περὶ Λεῦκτρα μάχῃ, ξυμπάντων ἐκείνοις ἑπομένων τῶν Ἑλλήνων·