8
Δ. Τί δὲ οὐκ ἔμελλον ἐκείνῳ ὑποσχέσθαι τοσαῦτα διδόντι; ἢ οὐκ οἶσθα τὴν δύναμιν τοῦ διδόντος ὅση ἐστίν; ὅπου γε καὶ ὁπόταν βασιλέα ἀποδεῖξαι δέῃ, τὸν πλουσιώτατον αἱροῦνται καὶ παρ’ οὗ ἂν ἐλπίσωσιν ὡς πλεῖστον ἀργύριον λήψεσθαι, τὰ δὲ ἄλλα οὐδὲν φροντίζουσιν ὁποῖος ἂν ᾖ, κἂν μέλλῃ πάντας διατεμεῖν παραλαβὼν τὴν ἀρχήν, τούς τε ἄλλους ἅπαντας καὶ αὐτοὺς ἐκείνους τοὺς εἰληφότας τὰ χρήματα, καὶ ἔτι πάντων αὐτοὺς καὶ τῶν ὑπαρχόντων ἀφαιρήσεσθαι.
9
τούτῳ δὴ μάλιστα περιῆν ὁ Νέρων, καὶ οὐδεὶς ἀντέλεγεν αὐτῷ περὶ οὐδενὸς ὅ,τι εἴποι οὐδ’ ἀδύνατον ἔφη εἶναι ὃ κελεύσειεν, ὥστε οὐδ’ εἰ πέτεσθαι κελεύοι τινά, ἀλλὰ καὶ τοῦτο ὑπέσχετο αὐτῷ, καὶ συχνὸν χρόνον ἐτρέφετο ἔνδον παρ’ αὐτῷ ἐν τοῖς βασιλείοις, ὡς πτησόμενος. μόνος γὰρ δὴ οὐδένα τρόπον ἐφείδετο χρημάτων, οὔτε διδοὺς οὔτε λαμβάνων. διὰ μόνην μέντοι ταύτην τὴν ὕβριν καὶ ἀπέθανε τὴν εἰς τὸν εὐνοῦχον. ὀργισθεὶς γὰρ ἐξήνεγκεν αὐτοῦ τὰ βουλεύματα τοῖς περὶ αὐτόν· καὶ οὕτως ἀπέστησαν ἀπ’ αὐτοῦ καὶ ἠνάγκασαν ὅτῳ ποτὲ τρόπῳ ἀπολέσθαι αὐτόν·
10
οὐδέπω γὰρ καὶ νῦν τοῦτό γε δῆλόν ἐστιν· ἐπεὶ τῶν γε ἄλλων ἕνεκεν οὐδὲν ἐκώλυεν αὐτὸν βασιλεύειν τὸν ἅπαντα χρόνον, ὅν γε καὶ νῦν ἔτι πάντες ἐπιθυμοῦσι ζῆν. οἱ δὲ πλεῖστοι καὶ οἴονται, καίπερ τρόπον τινὰ οὐχ ἅπαξ αὐτοῦ τεθνηκότος, ἀλλὰ πολλάκις μετὰ τῶν σφόδρα οἰηθέντων αὐτὸν ζῆν. — Σὺ μὲν ἀεὶ λόγους ἀνευρίσκεις, ὥστε διασύρειν τὰ τῶν ἀνθρώπων, καὶ νῦν ἐξ οὐδενός, ὡς εἰπεῖν, ἐπὶ ταῦτα ἦλθες. ὃ δὲ ἐβουλόμην ἐρέσθαι, οὐκ εἴασας.