18
οἱ δέ τινες ἀργύριον ἐκδανείζοντες ἢ ἄλλας ἐργασίας οἷον ἐγρηγορότες τε καὶ ὁρῶντες ὀνείρατα ποικίλα καὶ παντοδαπὰ πλάττοντες αὑτοῖς. ἐνίοτέ γε μὴν ἐκ τῶν ὀνειράτων τούτων ἀποβαίνει καὶ ὕπαρ αὐτοῖς τὰ φαυλότατα καὶ ἀτοπώτατα. τυραννίδες μὲν γὰρ οὐ πάνυ τι ἐκ τῶν τοιούτων γίγνονται· οὐ γὰρ ἐθέλει ἡ τυραννὶς ὑπὸ ῥᾳθύμου τε καὶ τρόπον τινὰ ἀεὶ κοιμωμένης διανοίας θηρεύεσθαι, ἀλλὰ τοὐναντίον ὑπὸ δριμείας τε καὶ ἀγρύπνου φροντίδος· δαπάναι δὲ καὶ ἔρωτες καὶ τοιαῦταί τινες διατριβαὶ πολλοῖς ἤδη πολλάκις ἀπήντησαν.
19
οἷον δὴ ἐγὼ οἶμαι τὸν Ἀλέξανδρον, ὡς ἐτύγχανε σχολὴν ἄγων ἐν τῇ Ἴδῃ περὶ τὰ βουκόλια, τοιαύτης ἐννοίας καὶ ἐπιθυμίας αὐτῷ γενομένης ὡς ἄρα εὔδαιμόν τε καὶ μακάριον τὸ τὴν πασῶν καλλίστην γυναῖκα ἔχειν, καὶ οὔτε βασιλεία τούτου ἄξιον τοῦ χρήματος οὔτε πλοῦτος οὔτε κρατεῖν μαχόμενον ἁπάντων ἀνθρώπων, μετὰ ταῦτα ἤδη διανοεῖσθαι τίς τε δὴ καὶ παρὰ τίσιν ἡ τοιαύτη γυνὴ καὶ πόθεν ἂν αὐτῷ τοιοῦτος ὑπάρξαι γάμος·
20
καὶ δὴ τὰς μὲν ἐν Ἰλίῳ νύμφας καὶ παρθένους ἅτε τύραννος ὢν ἠτίμαζε καὶ οὐκ ᾤετο ἀξίας τυχεῖν, ὁμοίως δὲ καὶ τὰς Λυδῶν τε καὶ Φρυγῶν τάς τε ἐν Λέσβῳ καὶ τὰς ἐν Μυσίᾳ γυναῖκας ὑπερεώρα. πυνθανόμενος δὲ ἐν Σπάρτῃ τινὰ εἶναι Διὸς λεγομένην θυγατέρα, Μενελάῳ συνοικοῦσαν, ἀνδρὶ βασιλεῖ καὶ βασιλέως ἀδελφῷ τῆς ξυμπάσης Ἑλλάδος, ἣν ἐμνήστευσάν τε καὶ ἔσπευσαν λαβεῖν πολλὰ ἕδνα καὶ δῶρα διδόντες οἱ πρῶτοί τε καὶ ἄκροι τῶν Ἑλλήνων· καὶ δὴ καὶ ἀδελφῶν ἀγαθῶν ἐλέγετο εἶναι Πολυδεύκους καὶ Κάστορος, Διὸς υἱῶν γενομένων· ἐπεθύμησεν αὑτῷ ταύτην γενέσθαι τὴν γυναῖκα.