11
καίτοι τούτων οὐδέν ἐστι τῶν ἔργων, ὃ συνάγει τὴν ψυχὴν καὶ καθίστησι καὶ καταφρονεῖν ποιεῖ τῶν ἄλλων ἁπάντων. παιδεία δέ, ὡς ἔοικε, καὶ φιλοσοφία, αἳ μάλιστα τοῦτο διαπράττονται, πολλῆς ἐρημίας τε καὶ ἀναχωρήσεως τυγχάνουσι δεόμεναι· καὶ ὥσπερ τοῖς νοσοῦσιν, εἰ μὴ πανταχόθεν ἐστὶ σιωπή τε καὶ ἡσυχία, οὐ δυνατὸν ὕπνου μεταλαβεῖν, οὕτως ἄρα καὶ τοῖς φιλολόγοις, εἰ μὴ πάντες ὑποσιγήσουσιν αὐτοῖς καὶ μήτε ὅραμα μηδὲν ἄλλο ἔσται μήτε ἀκούσματος ἀκούειν μηδενός, οὐκ ἄρα οἵα τε ἔσται ἡ ψυχὴ τοῖς αὑτῆς προσέχειν καὶ περὶ ταῦτα γίγνεσθαι.
12
ἀλλ’ ἔγωγε ὁρῶ καὶ τοὺς πλησίον τῆς θαλάττης οὐδὲν πάσχοντας, ἀλλὰ καὶ διανοεῖσθαι δυναμένους ἃ βούλονται διανοεῖσθαι καὶ λέγοντας καὶ ἀκούοντας καὶ καθεύδοντας, ὁπόταν αὐτοῖς ᾖ καιρός, ὅτι οὐδὲν οἴονται προσήκειν αὑτοῖς τοῦ ψόφου τούτου οὐδὲ φροντίζουσιν. εἰ δέ γε ἐβούλοντο προσέχειν ὁπότε μείζων ἢ ἐλάττων γίγνοιτο ἦχος ἢ διαριθμεῖν τὰ κύματα τὰ προσπίπτοντα ἢ τοὺς λάρους τε καὶ τὰ ἄλλα ὄρνεα ὁρᾶν, ὅπως ἐπιπέτονται ἐπὶ τὰ κύματα καὶ νήχονται ῥᾳδίως ἐπ’ αὐτῶν, οὐκ ἂν ἦν αὐτοῖς σχολὴ ἄλλο τι ποιεῖν.
13
οὐκοῦν καὶ ὅστις δυνατὸς ἐννοῆσαι περὶ τῶν πολλῶν ἀνθρώπων καὶ τοῦ θορύβου τοῦ κατ’ αὐτοὺς καὶ τῶν πραγμάτων, ὅτι οὐδὲν διαφέρει ταῦτα τῶν ἐν τῇ θαλάττῃ γιγνομένων, οὐκ ἂν ἐνοχλοῖτο ὑπ’ αὐτῶν. ἀλλὰ τοῦτό ἐστιν, ὡς ἔοικε, πολλοῦ ἄξιον τὸ μάθημα καὶ δίδαγμα, τὸ τὴν ψυχὴν ἐθίζειν ἕπεσθαι τῷ λόγῳ καὶ μὴ ἐπ’ ἄλλ’ ἄττα τρέπεσθαι ἢ τά τε προκείμενα καὶ δοκοῦντα ὀρθῶς ἔχειν·