8
μὴ οὖν βελτίστη ᾖ καὶ λυσιτελεστάτη πασῶν ἡ εἰς αὑτὸν ἀναχώρησις καὶ τὸ προσέχειν τοῖς αὑτοῦ πράγμασιν, ἐάν τ’ ἐν Βαβυλῶνι τύχῃ τις ὢν ἐάν τ’ Ἀθήνησιν ἐάν τ’ ἐν στρατοπέδῳ ἐάν τ’ ἐν νήσῳ μικρᾷ καὶ μόνος. αἱ γὰρ τοιαῦται ἀναχωρήσεις καὶ ἀποδημίαι μικράν τινα ἔχουσι ῥοπὴν πρὸς τὸ σχολὴν ἄγειν καὶ τὸ πράττειν τὰ δέοντα· ὥσπερ τοῖς ἀσθενοῦσιν ἐφ’ ἑτέρας καὶ ἑτέρας κλίνας κατακλίνεσθαι φέρει μέν τινα ἐνίοτε μικρὰν ἀνάπαυσιν, οὐ μὴν ἱκανήν γε οὐδ’ ὥστε ἀπαλλάξαι· —
9
ἰδεῖν τε ἔστι καὶ τῷ πάνυ πολλῷ θορύβῳ τε καὶ πλήθει οὐ κωλυόμενον πράττειν ἕκαστον τὸ αὑτοῦ ἔργον, ἀλλ’ ὅ τε αὐλῶν ἢ διδάσκων αὐλεῖν τοῦτο ποιεῖ πολλάκις ἐπ’ αὐτῆς τῆς ὁδοῦ τὸ διδασκαλεῖον ἔχων καὶ οὐδὲν αὐτὸν ἐξίστησι τὸ πλῆθος οὐδὲ ὁ θόρυβος τῶν παριόντων, ὅ τε ὀρχούμενος ὁμοίως ἢ ὀρχηστοδιδάσκαλος πρὸς τούτῳ ἐστίν, ἀμελήσας τῶν μαχομένων τε καὶ ἀποδιδομένων καὶ ἄλλα πραττόντων, ὅ τε κιθαριστὴς ὅ τε ζωγράφος· ὃ δὲ πάντων σφοδρότατόν ἐστιν· οἱ γὰρ τῶν γραμμάτων διδάσκαλοι μετὰ τῶν παίδων ἐν ταῖς ὁδοῖς κάθηνται, καὶ οὐδὲν αὐτοῖς ἐμποδών ἐστιν ἐν τοσούτῳ πλήθει τοῦ διδάσκειν τε καὶ μανθάνειν.
10
ἤδη δέ ποτε εἶδον ἐγὼ διὰ τοῦ ἱπποδρόμου βαδίζων πολλοὺς ἐν τῷ αὐτῷ ἀνθρώπους ἄλλον ἄλλο τι πράττοντας, τὸν μὲν αὐλοῦντα, τὸν δὲ ὀρχούμενον, τὸν δὲ θαῦμα ἀποδιδόμενον, τὸν δὲ ποίημα ἀναγιγνώσκοντα, τὸν δὲ ᾅδοντα, τὸν δὲ ἱστορίαν τινὰ ἢ μῦθον διηγούμενον· καὶ οὐδὲ εἷς τούτων οὐδένα ἐκώλυσε προσέχειν αὑτῷ καὶ τὸ προκείμενον πράττειν.