21
ὥσπερ τοῖς ζωγράφοις καὶ πλάσταις οὐκ ἀπόχρη εἰπεῖν ὅτι δεῖ τοιάδε τὰ χρώματα εἶναι καὶ τοιάσδε τὰς γραμμάς, ἀλλὰ μεγίστη ὠφέλεια, εἴ τις αὐτοὺς ἢ γράφοντας ἢ πλάττοντας ἴδοι· καὶ ὡς τοῖς παιδοτρίβαις οὐκ ἀρκεῖ εἰπεῖν τὰ παλαίσματα, ἀλλὰ καὶ δεῖξαι ἀνάγκη τῷ μαθησομένῳ· οὕτω καὶ ἐν ταῖς τοιαύταις συμβουλίαις πλείων ἡ ὠφέλεια γίγνοιτ’ ἄν, εἴ τις αὐτὸν πράττοντα ἴδοι τὸν συμβεβουλευκότα. ὡς ἔγωγε, καὶ εἰ ἀναγιγνώσκειν με δέοι σοῦ ἀκροωμένου, τῆς σῆς ἕνεκα ὠφελείας οὐκ ἂν ὀκνήσαιμι, στέργων τέ σε καὶ τῆς φιλοτιμίας ἀγάμενος καὶ τῆς πρὸς ἐμὲ τιμῆς χάριν εἰδώς.
(69)ΠΕΡΙ ΤΗΣ ΑΥΤΟΥ ΦΙΑΗΚΟΙΑΣ.
1
Ἐδέοντο μὲν πάλαι τῶν οἰκείων τῶν ἐμῶν τινες ἐντυγχάνειν μοι· καὶ τῶν πολιτῶν δὲ ἐλέγοντο ἐπιθυμεῖν πολλοὶ θεάσασθαι, νομίζοντες πλέον τι παρὰ τοὺς ἄλλους ἔχειν με διὰ τὴν ἄλην καὶ τὴν μεταβολὴν τοῦ βίου καὶ διὰ τὴν δοκοῦσαν αὐτοῖς τοῦ σώματος ταλαιπωρίαν· τελευτῶντες δὲ ἤδη καὶ ἐνεκάλουν, ἀδικεῖσθαι φάσκοντες. ἐγὼ δὲ οὐκ ἤθελον ἐγγὺς ἰέναι πρὸς αὐτοὺς τοὺς ὅρους, ἀλλὰ ἐδόκει μοι τὸ τοιοῦτο παντελῶς ἀχθομένου τινὸς εἶναι τῇ φυγῇ καὶ ἐπιθυμοῦντος κατελθεῖν· ὥσπερ οἱ μηδὲν καταλιπόντες ἐν τῇ κύλικι δῆλοί εἰσι πάνυ διψῶντες.