18
γράφειν μὲν οὖν οὐ συμβουλεύω σοι αὐτῷ ἀλλ’ ἢ σφόδρα ἀραιῶς, ἐπιδιδόναι δὲ μᾶλλον. πρῶτον μὲν γὰρ ὁμοιότερος τῷ λέγοντι ὁ ὑπαγορεύων τοῦ γράφοντος· ἔπειτα ἐλάττονι πόνῳ γίγνεται· ἔπειτα πρὸς δύναμιν μὲν ἧττον συλλαμβάνει τοῦ γράφειν, πρὸς ἕξιν δὲ πλεῖον. καὶ γράφειν δὲ οὐ ταῦτά σε ἀξιῶ τὰ σχολικὰ πλάσματα, ἀλλ̓, εἴπερ ἄρα, τινὰ τῶν λόγων, οἷς ἂν ἡσθῇς ἐντυγχάνων, μάλιστα τῶν Ξενοφωντείων, ἢ ἀντιλέγοντα τοῖς εἰρημένοις ἢ τὰ αὐτὰ ἕτερον τρόπον ὑποβάλλοντα.
19
καὶ ἀναλαμβάνειν μέντοι, εἴ σοι ῥᾴδιον μεμνῆσθαι, τὰ ἐκείνων ἄμεινον. τῷ τε γὰρ τρόπῳ τῆς ἀπαγγελίας καὶ τῇ ἀκριβείᾳ τῶν διανοημάτων πάνυ συνήθεις ποιεῖ. λέγω δὲ οὐχ ἵνα σύνταγμά τι ὅλον, ὥσπερ οἱ παῖδες, εἴρων συνάπτῃς, ἀλλ’ ἵνα, εἴ τί σοι σφόδρα ἀρέσειε, τοῦτο κατάσχῃς. πλείονα περὶ τούτου μειρακίῳ ἂν ἔγραψα, σοὶ δὲ ἀρκεῖ τοσαῦτα. καὶ γὰρ εἰ ἐλάχιστα ἀναλάβοις, πολὺ ὀνήσει· καὶ εἰ δυσκόλως ἔχοις καὶ μετὰ ὀδύνης πράττοις, οὐκ ἐξ ἅπαντος ἀναγκαῖον.
20
ἀλλὰ ἔοικα μὲν πάνυ μηκῦναι τὴν συμβουλίαν· σὺ δὲ αἴτιος ἀναπείσας καὶ προκαλεσάμενος· ὥσπερ οἱ ἐν πάλῃ ὑπερέχοντες τοῖς ἀσθενεστέροις ὑπείκοντες ἐνίοτε ἐποίησαν αὐτοὺς πείθεσθαι ἰσχυροτέρους εἶναι· καὶ σὺ ἔοικας, ἃ κρεῖττον τυγχάνεις εἰδώς, ἐμὲ προτρέψαι ὡς ἔλαττον ἐπισταμένῳ γράψαι. βουλοίμην δ’ ἄν, εἴ σοι κεχαρισμένον εἴη, καὶ ἐν τῷ αὐτῷ ποτε ἡμᾶς γενέσθαι, ἵνα καὶ ἐντυγχάνοντες τοῖς παλαιοῖς καὶ διαλεγόμενοι περὶ αὐτῶν χρήσιμοί τι γενοίμεθα·